§5.7.1ἐκ πολλῶν μὲν οὖν καὶ ἄλλων ἔδοξέ μοι τὰ Ῥωμαίων πράγματα προνοίᾳ θεῶν εἰς τοσαύτην προελθεῖν εὐδαιμονίαν, οὐχ ἥκιστα δὲ καὶ ἐκ τῶν τότε γενομένων.
因此,从许多其他事情来看,在我看来,罗马的国运由于神明的眷顾才达到了如此巨大的繁荣,而当时发生的事情尤为证明了这一点。
τοσαύτη γὰρ ἄνοια καὶ θεοβλάβεια τοὺς δυστήνους ἐκείνους κατέσχεν, ὥσθʼ ὑπέμειναν ἐπιστολὰς γράψαι πρὸς τὸν τύραννον αὐτογράφους δηλοῦντες αὐτῷ τὸ πλῆθός τε τῶν μετεχόντων τῆς συνωμοσίας καὶ χρόνον, ἐν ᾧ τὴν κατὰ τῶν ὑπάτων ἐπίθεσιν ἔμελλον ποιήσεσθαι, πεισθέντες ὑπὸ τῶν ἀφικομένων ὡς αὐτοὺς παρὰ τοῦ τυράννου γραμμάτων, ὅτι βούλεται προειδέναι, τίνας αὐτῷ προσήκει Ῥωμαίων εὖ §5.7.2ποιεῖν κατασχόντι τὴν ἀρχήν.
因为那些可怜的人被如此巨大的愚蠢和神降的疯狂所支配,以至于他们竟然同意亲笔写信给僭主,向他透露参与阴谋的人数以及他们准备袭击执政官的时间,因为他们被僭主寄给他们的信件所说服,信中称他希望预先知道,在重新夺取政权后,罗马人中他应该施惠于谁。
τούτων δʼ ἐγένοντο τῶν ἐπιστολῶν ἐγκρατεῖς οἱ ὕπατοι κατὰ τοιάνδε τινὰ συντυχίαν.
执政官们是通过以下这样一次偶然机会获得这些信件的。
παρʼ Ἀκυλλίοις τοῖς ἐκ τῆς Κολλατίνου γεγονόσιν ἀδελφῆς οἱ κορυφαιότατοι τῶν ἐν τῇ συνωμοσίᾳ κατήγοντο παρακληθέντες ὡς ἐφʼ ἱερὰ καὶ θυσίαν·
在科拉汀姐妹所生的阿库里乌斯家族的家中有一次聚会,阴谋中最主要的头目们被邀请,名义上是来参加祭祀和牺牲仪式。
μετὰ δὲ τὴν ἑστίασιν ἐξελθεῖν ἐκ τοῦ συμποσίου κελεύσαντες τοὺς διακόνους καὶ πρὸ τῶν θυρῶν τοῦ ἀνδρῶνος ἀπελθεῖν διεφέροντό τε πρὸς ἀλλήλους ὑπὲρ τῆς καταγωγῆς τῶν τυράννων καὶ τὰ δόξαντα εἰς ἐπιστολὰς κατεχώριζον αὐτογράφους, ἃς ἔδει τοὺς Ἀκυλλίους λαβόντας ἀποδοῦναι τοῖς ἐκ Τυρρηνίας πρέσβεσιν, §5.7.3ἐκείνους δὲ Ταρκυνίῳ.
宴会结束后,他们命令仆人们从宴会厅退出,并从男室门前离开,接着他们便互相商讨迎回僭主的事宜,并将决议写进亲笔信中,这些信件本应由阿库里乌斯兄弟接收并转交给来自第勒尼安的使节,而那些使节则要将其交给塔克文。
ἐν τούτῳ δὴ τῷ χρόνῳ τῶν θεραπόντων τις οἰνοχόος ἐκ πόλεως Καινίνης αἰχμάλωτος ὄνομα Οὐινδίκιος ὑποπτεύσας τοὺς ἄνδρας βουλεύειν πονηρὰ τῇ μεταστάσει τῶν διακόνων ἔμεινε μόνος ἔξω παρὰ ταῖς θύραις καὶ τούς τε λόγους παρʼ αὐτῶν ἠκροάσατο καὶ τὰς ἐπιστολὰς εἶδεν ὑπὸ πάντων γραφομένας, ἁρμῷ τινι τῆς θύρας διαφανεῖ τὴν ὄψιν προσβαλών.
正是在这时候,仆人中有一个掌杯侍从,是来自凯尼纳城的俘虏,名叫温迪基乌斯,他因侍从们的撤离而怀疑这些人正在图谋不轨,便独自留在外面的门旁,通过把眼睛凑到门上一处透光的缝隙上,不仅听到了他们的谈话,还看见信件正被所有人书写。
§5.7.4ἐξελθὼν δὲ πολλῆς ἔτι νυκτὸς οὔσης ὡς ἀπεσταλμένος ὑπὸ τῶν δεσποτῶν ἐπὶ χρείαν τινά, πρὸς μὲν τοὺς ὑπάτους ὤκνησεν ἐλθεῖν δεδιώς, μὴ συγκρύψαι τὸ πρᾶγμα βουλόμενοι διὰ τὴν εὔνοιαν τῶν συγγενῶν τὸν μηνύσαντα τὴν συνωμοσίαν ἀφανίσωσιν, ἀφικόμενος δʼ ὡς Πόπλιον Οὐαλέριον, ὃς ἐν τοῖς πρώτοις τέτταρσιν ἦν τῶν τὴν τυραννίδα καταλυσάντων, δεξιώσει καὶ διʼ ὅρκων τὸ πιστὸν παρʼ αὐτοῦ λαβὼν ὑπὲρ ἀσφαλείας τῆς ἑαυτοῦ μηνυτὴς ὧν τʼ ἤκουσε καὶ §5.7.5ὧν εἶδε γίνεται.
他在深夜依然很深时走出去,假装是被主人派去办某件差事,但他犹豫着不敢去执政官那里,担心他们可能出于对亲属的偏袒而企图隐瞒此事,从而除掉告发阴谋的人。 但他来到了普布利乌斯·瓦莱里乌斯那里,此人是推翻僭主统治的最初四人之一,温迪基乌斯通过握手和誓言从他那里得到了确保自身安全的保证后,便成了他所听所见之事的告发者。
ὁ δʼ ὡς ἔμαθεν οὐδεμίαν ἀναβολὴν ποιησάμενος ἐπὶ τὴν οἰκίαν τῶν Ἀκυλλίων σὺν χειρὶ πολλῇ πελατῶν τε καὶ φίλων παραγίνεται περὶ τὸν ὄρθρον καὶ παρελθὼν εἴσω τῶν θυρῶν ὡς ἐπʼ ἄλλην τινὰ χρείαν παρὼν ἀκωλύτως κατʼ οἶκον ἔτι τῶν μειρακίων ὄντων ἐγκρατὴς γίνεται τῶν ἐπιστολῶν καὶ τοὺς νεανίσκους συλλαβὼν καθίστησιν ἐπὶ τοὺς ὑπάτους.
瓦莱里乌斯得知此事后,毫不耽搁,于拂晓时分率领大批庇护民和朋友来到阿库里乌斯家里,他走入门内,假装是为其他事务而来,在年轻人还在家时便毫无阻碍地夺得了这些信件,并逮捕了这些青年,将他们送交执政官。