§5.9.1ἀποκτείνας δὲ τοὺς υἱοὺς εὐθὺς ἐκάλει τοὺς ἀδελφιδοῦς τοῦ συνάρχοντος Ἀκυλλίους, παρʼ οἷς αἱ σύνοδοι τῶν κατὰ τῆς πόλεως συνομοσαμένων ἐγένοντο· καὶ τὰς ἐπιστολὰς αὐτῶν ἀναγνῶναι τῷ γραμματεῖ κελεύσας, ὥστε πάντας ἀκούειν τοὺς παρόντας, ἀπολογίαν ἔφησεν αὐτοῖς διδόναι.
处死儿子们后,他立即召见了其同僚的侄子阿奎利乌斯兄弟,那些针对城邦阴谋者的聚会曾是在他们家中举行的;他命令书记官朗读他们的信件,以便所有在场的人都能听到,并表示给他们辩护的机会。
ὡς δὲ προήχθησαν οἱ νεανίσκοι πρὸς τὸ βῆμα, εἴθʼ ὑποθεμένου τινὸς τῶν φίλων εἴτʼ αὐτοὶ συμφρονήσαντες τοῖς γόνασι τοῦ θείου προσπίπτουσιν ὡς διʼ ἐκείνου σωθησόμενοι.
当这些年轻人被带到审判席前时,不知是某个朋友的建议,还是他们自己商量好的,他们跪倒在叔叔的膝下,指望通过他得以得救。
§5.9.2κελεύσαντος δὲ τοῦ Βρούτου τοῖς ῥαβδούχοις ἀποσπᾶν αὐτοὺς καὶ ἀπάγειν ἐπὶ τὸν θάνατον, εἰ μὴ βούλοιντο ἀπολογήσασθαι, μικρὸν ἐπισχεῖν τοῖς ὑπηρέταις ὁ Καλλατῖνος εἰπών, ἕως τῷ συνάρχοντι διαλεχθῇ, λαβὼν τὸν ἄνδρα καταμόνας πολλὰς ἐξέτεινεν ὑπὲρ τῶν μειρακίων δεήσεις· τὰ μὲν ἀπολογούμενος ὡς διὰ νεότητος ἄνοιαν καὶ πονηρὰς φίλων ὁμιλίας εἰς ταύτην ἐμπεσόντων τὴν φρενοβλάβειαν, τὰ δὲ παρακαλῶν ἑαυτῷ χαρίσασθαι τὰς ψυχὰς τῶν συγγενῶν §5.9.3μίαν αἰτουμένῳ ταύτην τὴν δωρεὰν καὶ περὶ οὐδενὸς ἔτι ἑτέρου ἐνοχλήσοντι, τὰ δὲ διδάσκων, ὅτι συνταραχθῆναι κίνδυνος ὅλην τὴν πόλιν, ἐὰν ἅπαντας ἐπιχειρῶσι θανάτῳ ζημιοῦν τοὺς δόξαντάς τι συμπράττειν τοῖς φυγάσιν ὑπὲρ τῆς καθόδου· πολλοὺς γὰρ εἶναι καὶ οὐκ ἀσήμων οἰκιῶν ἐνίους.
但当布鲁图斯命令侍从们将他们拉开,如果他们不愿辩护就带去处死时,科拉提努斯让侍从们稍等片刻,直到他与同僚商谈,接着将那人单独带到一旁,为这些青年进行了诸多恳求:一方面为他们开脱,称他们是因为年轻无知和交友不慎才陷入这种疯狂,另一方面恳求将亲属们的性命作为恩惠赐予他,称这是他请求的唯一恩惠,且此后绝不再为其他任何事打扰他;另一方面指出,如果他们企图将所有被认为在流亡者归来一事上提供过协助的人都处以死刑,整个城邦将面临陷入混乱的危险;因为这样的人很多,且有些来自名门望族。
ὡς δʼ οὐκ ἔπειθε, τελευτῶν ἠξίου μὴ θάνατον, ἀλλὰ μετρίαν κατʼ αὐτῶν ὁρίσαι κόλασιν, ἄτοπον εἶναι λέγων τοὺς μὲν τυράννους φυγαῖς ἐζημιῶσθαι, τοὺς δὲ τῶν τυράννων φίλους θανάτῳ.
由于无法说服对方,他最后请求不要判处死刑,而是对他们确定适度的惩罚,并说僭主们仅被处以流放,而僭主的朋友们却要被处以死刑,这是荒谬的。
ἀντιλέγοντος δὲ καὶ πρὸς τὴν ἐπιείκειαν τῆς κολάσεως τοῦ ἀνδρὸς καὶ οὐδʼ εἰς ἑτέρους ἀναβαλέσθαι χρόνους τὰς κρίσεις τῶν ἐν ταῖς αἰτίαις βουλομένου· τελευταία γὰρ αὕτη τοῦ συνάρχοντος δέησις ἦν· ἀλλʼ αὐθημερὸν ἀποκτενεῖν ἅπαντας ἀπειλοῦντος καὶ διομνυμένου, ἀδημονῶν ὁ Κολλατῖνος ἐπὶ τῷ μηδενὸς ὦν ἠξίου τυγχάνειν, Τοιγαροῦν, ἔφησεν, ἐπεὶ σκαιὸς εἶ καὶ πικρὸς ἐγὼ τὰ μειράκια ἀφαιροῦμαι τῆς αὐτῆς ἐξουσίας ἧς σὺ κύριος ὤν.
但由于那人甚至反对减轻处罚,且不愿将对被告的审判推迟到其他时间(因为这是同僚的最后一个请求),反而威胁并宣誓要在当天将所有人处死,科拉提努斯因自己提出的请求无一实现而感到沮丧,便说:“既然你如此固执和残酷,那么我将动用你所掌管的同等权力,将这些青年夺回。
καὶ ὁ Βροῦτος ἐκπικρανθείς, οὐκ ἐμοῦ γʼ, ἔφη, ζῶντος, ὦ Κολλατῖνε, τοὺς προδότας τῆς πατρίδος ἰσχύσεις ἐξελέσθαι· ἀλλὰ καὶ σὺ δώσεις δίκας ἃς προσῆκεν οὐκ εἰς μακράν.
”布鲁图斯勃然大怒道: “只要我还活着,科拉提努斯,你绝不可能夺走这些祖国的叛徒;而且你很快也会付出应有的代价。 ”