Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.75.1-5.75.4

独裁官拉尔基乌斯的统治与公民军团整编

第 404 段,共 962 段 · 希腊语

内容简介

本章叙述了第一任独裁官拉尔基乌斯重建秩序的过程,包括任命骑兵长官、使用法西斯和斧头展示权力、进行全民财产申报,以及将军队分为四个部分进行整编。

§5.75.1ὃν δὲ τρόπον ὁ Λάρκιος ἐχρήσατο τοῖς πράγμασι δικτάτωρ πρῶτος ἀποδειχθεὶς καὶ κόσμον, οἷον περιέθηκε τῇ ἀρχῇ, συντόμως πειράσομαι διεξελθεῖν, ταῦτα ἡγούμενος εἶναι χρησιμώτατα τοῖς ἀναγνωσομένοις, ἃ πολλὴν εὐπορίαν παρέξει καλῶν καὶ συμφερόντων παραδειγμάτων νομοθέταις τε καὶ δημαγωγοῖς καὶ τοῖς ἄλλοις ἅπασι τοῖς πολιτεύεσθαί τε καὶ τὰ κοινὰ πράττειν βουλομένοις.
至于拉尔基乌斯作为第一任独裁官,如何治理国政,以及他赋予这一官职以何种尊严,我将试图简要叙述,因为我认为这些事情对读者最为有用,并且将为立法者、民众领袖以及所有其他希望参与政治和处理公共事务的人提供丰富的、美好而有益的范例。
οὐ γὰρ ἀζήλου καὶ ταπεινῆς πόλεως πολιτεύματα καὶ βίους οὐδὲ ἀνωνύμων καὶ ἀπερριμμένων ἀνθρώπων βουλεύματα καὶ πράξεις μέλλω διηγεῖσθαι, ὥστε ὄχλον ἄν τινι καὶ φλυαρίαν φανῆναι τὴν περὶ τὰ μικρὰ καὶ φαῦλα ἡμῶν σπουδήν· ἀλλʼ ὑπὲρ τῆς ἅπασι τὰ καλὰ καὶ δίκαια ὁριζούσης πόλεως καὶ περὶ τῶν εἰς τοῦτο καταστησαμένων αὐτὴν τὸ ἀξίωμα ἡγεμόνων, ἅ τις ἂν σπουδάσειε μὴ ἀγνοεῖν §5.75.2φιλόσοφος καὶ πολιτικὸς ἀνήρ, συγγράφω.
因为我将要叙述的,既不是一个不值一提、卑微的城邦的制度和生活,也不是无名、被遗弃之人的决议和行为,以至于我们对这些微小和微不足道之事的殷切关注,在某些人看来成了繁琐的废话;而是关于为所有人界定美好与正义的城邦,以及关于将该城邦提升至这一崇高地位的领导者们,任何一个具有哲学思想和政治抱负的人,都会渴望不对此一无所知。
εὐθὺς μὲν οὖν ἅμα τῷ παραλαβεῖν τὴν ἐξουσίαν, ἱππάρχην ἀποδείκνυσι Σπόριον Κάσσιον, τὸν ὑπατεύσαντα κατὰ τὴν ἑβδομηκοστὴν ὀλυμπιάδα.
因此,他一接管权力,便立即指派斯普里乌斯·卡西乌斯(即在第七十届奥林匹亚期担任执政官者)为骑兵长官。
τοῦτο τὸ ἔθος ἕως τῆς κατʼ ἐμὲ γενεᾶς ἐφυλάττετο ὑπὸ Ῥωμαίων, καὶ οὐθεὶς εἰς τόδε χρόνου δικτάτωρ αἱρεθεὶς χωρὶς ἱππάρχου τὴν ἀρχὴν διετέλεσεν.
这一惯例直到我这一代一直被罗马人所遵守,迄今为止,被选为独裁官的人中,没有一个是在没有骑兵长官的情况下度过其任期的。
ἔπειτα τῆς ἐξουσίας τὸ κράτος ἐπιδεῖξαι βουληθεὶς ὅσον ἐστί, καταπλήξεως μᾶλλον ἢ χρήσεως ἕνεκα τοῖς ῥαβδούχοις ἐκέλευσεν ἅμα ταῖς δεσμαῖς τῶν ῥάβδων τοὺς πελέκεις διὰ τῆς πόλεως φέρειν· ἔθος ἐπιχώριον μὲν τοῖς βασιλεῦσιν, ἐκλειφθὲν δʼ ὑπὸ τῶν ὑπάτων, ἐξ οὗ Οὐαλέριος Ποπλικόλας ὁ πρῶτος ὑπατεύσας ἐμείωσε τὸν φθόνον τῆς ἀρχῆς, αὐτὸς ἀνανεωσάμενος.
接着,为了展示他的权力有多么强大,与其说是为了实际使用,不如说是为了震慑,他命令侍从吏将斧头与笞棒束在一起穿过城市;这本是国王们的本土习俗,但自从第一任执政官瓦莱里乌斯·波普利科拉通过自己加以改进,从而减轻了人们对执政官职位的嫉恨以来,便被执政官们废除了。
§5.75.3καταπληξάμενος δὲ τούτῳ τε καὶ τοῖς ἄλλοις συμβόλοις τῆς βασιλικῆς ἡγεμονίας τοὺς ταρακτικοὺς καὶ νεωτεριστάς, τὸ κράτιστον τῶν ὑπὸ Σερουΐου Τυλλίου τοῦ δημοτικωτάτου βασιλέως κατασταθέντων νομίμων, πρῶτον ἐπέταξε ποιῆσαι Ῥωμαίοις ἅπασι, τιμήσεις κατὰ φυλὰς τῶν βίων ἐνεγκεῖν, προσγράφοντας γυναικῶν τε καὶ παίδων ὀνόματα καὶ ἡλικίας ἑαυτῶν τε καὶ τέκνων.
他用这一手段以及王权的其他象征震慑了那些制造混乱和煽动变革的人,首先命令所有罗马人执行由最热爱平民的国王塞尔维乌斯·图利乌斯所确立的法律中最为优秀的一项,即按部落申报其财产,并登记妻子和子女的姓名,以及他们自己和子女的年龄。
§5.75.4ἐν ὀλίγῳ δὲ χρόνῳ πάντων τιμησαμένων διὰ τὸ μέγεθος τῆς τιμωρίας· τήν τε γὰρ οὐσίαν ἀπολέσαι τοὺς ἀπειθήσαντας ἔδει καὶ τὴν πολιτείαν·
由于惩罚极其严厉,在很短的时间内所有人便都进行了申报;因为不服从者将会失去财产和公民权。
ἑπτακοσίοις πλείους εὑρέθησαν οἱ ἐν ἥβῃ Ῥωμαῖοι πεντεκαίδεκα μυριάδων.
结果发现,达到成年兵役年龄的罗马人比十五万还要多出七百人。
μετὰ τοῦτο διακρίνας τοὺς ἔχοντας τὴν στρατεύσιμον ἡλικίαν ἀπὸ τῶν πρεσβυτέρων καὶ καταχωρίσας εἰς λόχους, διένειμε πεζούς τε καὶ ἱππεῖς εἰς τέτταρας μοίρας·
此后,他将适合服兵役的青年与年长者区分开来,并登记入百人队,将步兵和骑兵分为四个部分。
ὧν μίαν μὲν τὴν κρατίστην περὶ αὑτὸν εἶχεν, ἐκ δὲ τῶν ὑπολειπομένων Κλοίλιον ἐκέλευσε τὸν συνύπατον ἣν αὐτὸς ἐβούλετο λαβεῖν, τὴν δὲ τρίτην Σπόριον Κάσσιον τὸν ἱππάρχην, τὴν δὲ καταλειπομένην τὸν ἀδελφὸν Σπόριον Λάρκιον· αὕτη φρουρεῖν τὴν πόλιν ἐτάχθη σὺν τοῖς πρεσβυτέροις ἐντὸς τείχους μένουσα.
其中最精锐的一部分他留在自己身边,在剩下的部分中,他命令他的同僚克洛伊里乌斯挑选他自己想要的一部分,第三部分给骑兵长官斯普里乌斯·卡西乌斯,最后剩下的部分给他的兄弟斯普里乌斯·拉尔基乌斯;这最后一部分被指派与年长者一起留在城墙内守卫城市。

词汇与语法注释

  1. §5.75.1ὃν δὲ τρόπον ὁ Λάρκιος ἐχρήσατο τοῖς πράγμασι δικτάτωρ πρῶτος ἀποδειχθεὶς καὶ κόσμον, οἷον περιέθηκε τῇ ἀρχῇ — 关于动词 `διεξελθεῖν`(叙述)的宾语结构。前半句 `ὃν δὲ τρόπον ...`(以何种方式……)是一个间接疑问从句,而后半句 `κόσμον, οἷον ...`(何种尊严……)是一个带有关系代词的并列名词短语。整体上构成一个双重结构,共同作为“叙述”的宾语,分别指代拉尔基乌斯的治理方式以及他赋予独裁官职位的尊严。
  2. §5.75.2ἅ τις ἂν σπουδάσειε μὴ ἀγνοεῖν ¦p.v.2p.254¦ §5.75.2 φιλόσοφος καὶ πολιτικὸς ἀνήρ — 名词短语 `φιλόσοφος καὶ πολιτικὸς ἀνήρ`(具有哲学和政治头脑的人)跨越章节和分页标记(¦p.v.2p.254¦),作为前文关系代词从句中主语 `τις`(某人)的同格语出现。这给主语增加了一个限制性条件,意为“任何具有哲学思想和政治抱负的人”。
  3. §5.75.2ἐξ οὗ Οὐαλέριος Ποπλικόλας ... ἐμείωσε ... αὐτὸς ἀνανεωσάμενος — `ἐξ οὗ` 是一个表示时间的连接词组,意为“自……以来”(等同于 ἐκ τοῦ χρόνου ἐν ᾧ)。相对于主动词 `ἐμείωσε`,过去分词 `ἀνανεωσάμενος`(通过自己加以改进/更新)是一个与主语一致的伴随状况分词,强调了瓦莱里乌斯·波普利科拉本人主动改变并改革了这一惯例。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.75.1-5.75.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.75.1-5.75.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。