Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.73.1-5.73.3

独裁官名称的词源及与希腊职官的比较

第 402 段,共 962 段 · 希腊语

内容简介

作者记述了拉尔基乌斯被任命为罗马首位独裁官(Dictator),解释了该名称的两种词源假说,并指出该官职类似于希腊的“调停官”(Aesymnetes),即一种选任的僭主制。

§5.73.1οὗτος πρῶτος ἐν Ῥώμῃ μόναρχος ἀπεδείχθη πολέμου τε καὶ εἰρήνης καὶ παντὸς ἄλλου πράγματος αὐτοκράτωρ.
此人被任命为罗马首位在战争、和平及其他一切事务上拥有绝对权力的独裁者。
ὄνομα δʼ αὐτῷ τίθενται δικτάτορα, εἴτε διὰ τὴν ἐξουσίαν τοῦ κελεύειν, ὅτι θέλοι, καὶ τάττειν τὰ δίκαιά τε καὶ τὰ καλὰ τοῖς ἄλλοις, ὡς ἂν αὐτῷ δοκῇ· τὰ γὰρ ἐπιτάγματα καὶ τὰς διαγραφὰς τῶν δικαίων τε καὶ ἀδίκων ἠδίκτα οἱ Ῥωμαῖοι καλοῦσιν· εἴτε ὥς τινες γράφουσι διὰ τὴν τότε γενομένην ἀνάρρησιν, ἐπειδὴ οὐ παρὰ τοῦ δήμου τὴν ἀρχὴν εὑρόμενος κατὰ τοὺς πατρίους ἐθισμοὺς ἕξειν ἔμελλεν, §5.73.2ἀλλʼ ὑπʼ ἀνδρὸς ἀποδειχθεὶς ἑνός.
他们给他起名叫“独裁官”,或是因为他拥有发布其所期望之命令,并依其心意为他人规定正义与善美的权力——因为罗马人将命令以及关于正义与非正义的规定称为“艾迪克塔”(edicta)——或是如一些人所写的,是因为当时所作的宣告,因为他本不该按照祖传习惯通过从民众那里获得来持有这一官职,而是由一人指派而成的。
οὐ γὰρ ᾤοντο δεῖν ἐπίφθονον ὄνομα καὶ βαρὺ θέσθαι τινὶ ἀρχῇ πόλιν ἐλευθέραν ἐπιτροπευούσῃ, τῶν τε ἀρχομένων ἕνεκα, ἵνα μηθὲν ἐπὶ ταῖς μισουμέναις προσηγορίαις ἐκταράττωνται, καὶ τῶν παραλαμβανόντων τὰς ἀρχὰς προνοίᾳ, μή τι λάθωσιν ἢ παθόντες ὑφʼ ἑτέρων πλημμελὲς ἢ δράσαντες αὐτοὶ τοὺς πέλας, ὧν φέρουσιν αἱ τοιαῦται δυναστεῖαι· ἐπεὶ τό γε τῆς ἐξουσίας μέγεθος, ἧς ὁ δικτάτωρ ἔχει, ἥκιστα δηλοῦται ὑπὸ τοῦ ὀνόματος·
因为他们认为,不应当给一个管理自由城邦的官职冠以令人嫉恨且沉重的名称,这既是为了被统治者的缘故,以免他们因那些令人憎恶的称呼而产生任何恐慌,也是出于对接受官职者的体恤,以免他们不知不觉地,要么遭受来自他人的侵害,要么自己对邻人做出此类绝对权力所带来的不当行为;因为独裁官所拥有的权力之庞大,在这一名称中其实最无法体现。
§5.73.3ἔστι γὰρ αἱρετὴ τυραννὶς ἡ δικτατορία.
因为独裁官职实际上是一种选任的僭主制。
δοκοῦσι δέ μοι καὶ τοῦτο παρʼ Ἑλλήνων οἱ Ῥωμαῖοι τὸ πολίτευμα λαβεῖν.
而在我看来,罗马人这一政治制度也是从希腊人那里借来的。
οἱ γὰρ Αἰσυμνῆται καλούμενοι παρʼ Ἕλλησι τὸ ἀρχαῖον, ὡς ἐν τοῖς περὶ βασιλείας ἱστορεῖ Θεόφραστος, αἱρετοί τινες ἦσαν τύραννοι· ᾑροῦντο δʼ αὐτοὺς αἱ πόλεις οὔτʼ εἰς ὁριστὸν χρόνον οὔτε συνεχῶς, ἀλλὰ πρὸς τοὺς καιρούς, ὁπότε δόξειε συμφέρειν, καὶ εἰς ὁποσονοῦν χρόνον· ὥσπερ καὶ Μιτυληναῖοί ποθʼ εἵλοντο Πιττακὸν πρὸς τοὺς φυγάδας τοὺς περὶ Ἀλκαῖον τὸν ποιητήν.
因为古时在希腊人中被称为“调停官”(Aesymnetes)的人,正如泰奥弗拉斯托斯在《论王政》中所记述的,就是一种选任的僭主;各城邦既不为了固定的期限也不连续地选举他们,而是根据时局在认为有益时,选举他们担任任意长的时间;正如密提林人曾为了对抗以诗人阿尔卡尤斯为首的流亡者而选举了皮塔科斯一样。

词汇与语法注释

  1. 5.73.1ἠδίκτα — 拉丁语 edicta(告示、命令)的希腊语标音。作者借用此拉丁词,以建立 dictator(独裁官)与“下达命令/告示之权力”之间的词源关联。
  2. 5.73.2ἀλλʼ ὑπʼ ἀνδρὸς ἀποδειχθεὶς ἑνός — 此句与前一节末尾的从句(ἐπειδὴ οὐ παρὰ τοῦ δήμου τὴν ἀρχὴν εὑρόμενος... ἕξειν ἔμελλεν)形成强烈的对比。εὑρόμενος 与 ἀποδειχθεί斯 均是修饰主语(拉尔基乌斯)的分词,跨越章节边界和里程碑 ¦p.v.2p.251¦ 构成了单一的逻辑与句法对比结构(“非得自民众,而是由一人所指派”)。
  3. 5.73.2μή τι λάθωσιν ἢ παθόντες... ἢ δράσαντες — 动词 λανθάνω(此处为虚拟语气 λάθωσιν)搭配分词的惯用结构,意为“在不知不觉中做某事”。此处支配了两个构成对比的分词 παθόντες(遭受)与 δράσαντες(做出),意为“以免他们在不知不觉中,要么遭受来自他人的侵害,要么自己做出侵害”。
  4. 5.73.2ὧν — 关系代名词属格复数。尽管直接先行词是单数中性形容词 πλημμελὲς(过失、不当行为),但 ὧν 指代其所含括的具体诸般过失,或是受到了属格吸引。整个短语 ὧν φέρουσιν αἱ τοιαῦται δυναστεῖαι 意为“此类绝对权力所带来的[过失]”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.73.1-5.73.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.73.1-5.73.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。