§5.72.1ἐπαινεσάντων δὲ τὴν γνώμην ἁπάντων μετὰ τοῦτον ἀναστὰς ἕτερος εἶπεν· ἐμοὶ δʼ, ὦ βουλή, δοκεῖ καὶ τοῦτʼ ἔτι προστεθῆναι τῇ γνώμῃ, δυεῖν ἀνδρῶν κρατίστων εἰς τόδε χρόνου τὰ κοινὰ διοικούντων, ὧν οὐκ ἂν εὕροιτε ἀμείνους, τὸν μὲν ἕτερον αὐτῶν κύριον ἀποδειχθῆναι τῆς ἀναρρήσεως, τὸν δʼ ἕτερον ὑπὸ τοῦ συνάρχοντος αἱρεθῆναι διαγνόντων αὐτῶν ἐν ἀλλήλοις τὸν ἐπιτηδειότερον·
\n在所有人赞同该意见后,另一人起立说道:“元老院的议员们啊,在我看来,对于迄今为止管理国家政务的两位极其杰出的人物——你们再也找不到比他们更好的人了——该提案还应当追加以下内容:由他们自己相互判断谁更合适,然后其中一人被指派为拥有宣告权的负责人,而另一人则由其同僚选出。
ἵνα αὐτοῖς περιγένηται σὺν τῷ τιμίῳ καὶ τὸ χαῖρον ἴσον, τῷ μὲν ὅτι τὸν συνάρχοντα κράτιστον ἀπέφηνε, τῷ δʼ ὅτι πρὸς τοῦ συνάρχοντος ἄριστος ἐκρίθη·
这样,除了荣誉之外,同等的喜悦也会归于他们二人:对一人而言,是因为他宣布同僚为最优秀者;对另一人而言,则是由于被同僚判定为最优秀者。
ἡδὺ γὰρ καὶ καλὸν ἑκάτερον.
因为这两者都是令人愉悦且高尚的。
οἶδα μὲν οὖν, ὅτι καὶ μὴ προστεθέντος τῇ γνώμῃ τοῦδε τοῦ μέρους, αὐτοῖς ἂν ἐφάνη τοῖς ἀνδράσιν οὕτως ποιεῖν· κρεῖττον δὲ τὸ μηδʼ ὑμῶν ἕτερόν τι βουλομένων.
当然,我知道,即使提案中没有加入这一部分,这两位杰出的人物自己也会认为应该这样做;但由你们表现出不作其他企望的态度,则更为妥当。
§5.72.2ἐδόκει καὶ τοῦτο κατὰ νοῦν ἅπασιν εἰρῆσθαι· καὶ οὐθενὸς ἔτι τῇ γνώμῃ προστεθέντος ἐπικυροῦται τὸ δόγμα.
”\n\n这也被认为说到了所有人的心坎上;在没有对提案进行任何进一步追加的情况下,决议获得批准。
ὡς δὲ παρέλαβον τὴν ἐξουσίαν οἱ ὕπατοι τοῦ διαγνῶναι, πότερος ἐξ αὐτῶν ἄρχειν ἐστὶν ἐπιτηδειότερος, θαυμαστόν τι καὶ παρὰ πάσας τὰς ἀνθρωπίνας ὑπολήψεις πρᾶγμα ἐποίουν.
然而,当执政官们获得了判定他们之中谁更适合统治的权力时,他们却做出了一件令人惊异、且完全超出常人预料的事情。
οὐ γὰρ ἑαυτὸν ἑκάτερος ἄξιον ἀπέφαινε τῆς ἡγεμονίας, ἀλλὰ τὸν ἕτερον· καὶ κατέτριψαν ὅλην τὴν ἡμέραν ἐκείνην τὰς ἀλλήλων ἀρετὰς ἐξαριθμούμενοι καὶ λιπαροῦντες μὴ λαβεῖν αὐτοὶ τὴν ἀρχήν, ὥστε ἐν πολλῇ γενέσθαι τοὺς ἐν τῷ συνεδρίῳ παρόντας ἀμηχανίᾳ.
因为他们每个人都表明不是自己,而是对方配得上这一统治权;他们花了一整天的时间来列举彼此的优点,并苦苦哀求自己不要接受这一官职,以至于在场出席会议的人们陷入了极大的困惑之中。
§5.72.3διαλυθείσης δὲ τῆς βουλῆς οἱ προσήκοντες κατὰ γένος ἑκατέρῳ, καὶ τῶν ἄλλων βουλευτῶν οἱ ἐντιμότατοι πρὸς τὸν Λάρκιον ἀφικόμενοι πολλὰς ἐποιοῦντο τοῦ ἀνδρὸς ἄχρι πολλῆς νυκτὸς δεήσεις διδάσκοντες, ὡς ἐν ἐκείνῳ τὰς ἐλπίδας ἡ βουλὴ τέθειται πάσας, καὶ τὸ ἀσπούδαστον αὐτοῦ περὶ τὴν ἀρχὴν πονηρὸν εἶναι τῷ κοινῷ λέγοντες.
\n\n 元老院散会后,两人的族亲以及其他议员中最受尊敬的人来到拉尔基乌斯面前,直到深夜都在向他发出诸多恳求,指出元老院已将所有的希望寄托在他身上,并说他对这一官职的冷淡态度对国家是有害的。
ὁ δʼ ἦν ἀτενὴς καὶ πολλὰ ἐν μέρει δεόμενός τε καὶ ἀντιβολῶν ἕκαστον διετέλει.
但他态度坚决,依然轮流向每一个人哀求和恳请。
τῇ δʼ ἑξῆς ἡμέρᾳ πάλιν τοῦ συνεδρίου συναχθέντος, ἐπειδὴ καὶ τότε διεμάχετο καὶ πειθόμενος ὑπὸ πάντων οὐκ ἀφίστατο τῆς γνώμης, ἀναστὰς ὁ Κλοίλιος ἀναγορεύει τʼ αὐτόν, ὥσπερ εἰώθεσαν ποιεῖν οἱ μεσοβασιλεῖς, καὶ τὴν ὑπατείαν αὐτὸς ἐξόμνυται.
第二天,当会议再次召集时,由于他届时仍坚持拒绝,虽经众人劝说,却绝不改变主意,于是克洛埃利乌斯起立宣布指派他,就像以前临时摄政们习惯做的那样,而他自己则宣誓卸任执政官一职。