Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.71.1-5.71.3

推选拉尔基乌斯的考量与独裁官提名提案

第 400 段,共 962 段 · 希腊语

内容简介

元老院希望任命现任执政官拉尔基乌斯担任新设的绝对官职,但担忧此举会羞辱其同僚克洛埃利乌斯。最年长的卸任执政官提出一项提议,由现任执政官之一通过让步或抽签来指派最高统治者,以此维护两人的名誉。

§5.71.1μετὰ τοῦτο πολλὴ ζήτησις ἐνέπιπτε τοῖς προεστηκόσι τῆς βουλῆς καὶ πρόνοια περὶ τοῦ παραληψομένου τὴν ἡγεμονίαν.
在此之后,元老院的领袖们对谁将接管统治权进行了大量的探究和考量。
ἐδόκει γὰρ αὐτοῖς δραστηρίου τʼ ἀνδρὸς εἰς τὰ πράγματα δεῖν καὶ πολλὴν τῶν πολεμικῶν ἀγώνων ἐμπειρίαν ἔχοντος, πρὸς δὲ τούτοις φρονίμου τε καὶ σώφρονος καὶ μηδὲν ὑπὸ τοῦ μεγέθους τῆς ἐξουσίας ἐπὶ τὸ ἀνόητον παραχθησομένου· ὑπὲρ ἅπαντα δὲ ταῦτα καὶ τἆλλα ὅσα δεῖ προσεῖναι στρατηλάταις ἀγαθοῖς ἄρχειν ἐγκρατῶς εἰδότος καὶ μηθὲν μαλακὸν ἐνδώσοντος τοἰς ἀπειθοῦσιν, οὗ §5.71.2μάλιστα ἐν τῷ παρόντι ἐδέοντο.
因为在他们看来,国家政务需要一个精明强干的人,且此人需在军事斗争中拥有丰富的经验,此外,此人还要贤明且克制,绝不会因权力之大而被诱入愚妄之中;在这所有品质以及优秀将帅所应具备的其他一切品质之上,此人还需懂得如何严厉地进行统治,并对不服从者不作任何妥协,而这正是他们目前最迫切需要的。
ἅπαντα δʼ ὁρῶντες ὅσα ἠξίουν περὶ τὸν ἕτερον ὑπάρχοντα τῶν ὑπάτων Τῖτον Λάρκιον·
而他们看到,他们所要求的一切资质都存在于两位执政官之一的提图斯·拉尔基乌斯身上。
ὁ γὰρ Κλοίλιος ἐν ταῖς πολιτικαῖς χρείαις διάφορος ὢν τὸ δραστήριον καὶ φιλοπόλεμον οὐκ εἶχεν, οὐδέ γε τὸ ἀρχικὸν καὶ φοβερόν, ἀλλʼ ἐπιεικὴς τιμωρὸς ἦν τῶν ἀπειθούντων· ἡ δὲ βουλὴ διʼ αἰσχύνης ἐλάμβανον τοῦ μὲν ἀφελέσθαι τὴν ἀρχήν, ἣν κατὰ τοὺς νόμους εἶχε, τῷ δὲ χαρίσασθαι τὴν ἀμφοτέρων ἐξουσίαν, μείζονα βασιλικοῦ σχήματος γινομένην· καί τι καὶ δέος αὐτὴν ὑπῄει, μὴ βαρεῖαν ὁ Κλοίλιος ἡγησάμενος τὴν ἀπαξίωσιν τῆς ἀρχῆς ὡς ἠτιμασμένος ὑπὸ τῆς βουλῆς ἔπειτα μεταθῆται τὴν προαίρεσιν τοῦ βίου τοῦ δήμου γενόμενος προστάτης §5.71.3καὶ πάντα ἀνατρέψῃ τὰ κοινά.
因为克洛埃利乌斯虽然在平时的政治事务中表现卓越,却缺乏精干和好战的性格,也并不具备统治者的威严与令人畏惧的气质,反而对不服从者是个温和的惩罚者;但元老院感到羞愧的是,一方面要剥夺其中一人依法享有的官职,另一方面又要将两人的权力赐予另一人——这权力已变得比君王之制还要庞大;而且他们心中也潜入了一种恐惧,担心克洛埃利乌斯若认为未获重用是极大的耻辱、感到被元老院羞辱,随后便会改变自己的人生抉择,成为平民的领袖,并推翻国家的整个秩序。
αἰδουμένων δʼ ἁπάντων, ἃ φρονοῦντες ἐτύγχανον, εἰς μέσον ἐκφέρειν καὶ μέχρι πολλοῦ τοῦτο ποιούντων ὁ πρεσβύτατός τε καὶ τιμιώτατος τῶν ὑπατικῶν γνώμην ἀπεδείξατο, διʼ ἧς ἀμφοτέρους ἐν ἴσῃ τιμῇ τοὺς ὑπάτους φυλάξας παρʼ αὐτῶν ἐκείνων τὸν ἐπιτηδειότερον ἄρχειν εὕρετο· ἔφη γὰρ αὑτῷ δοκεῖν, ἐπειδὴ τὸ μὲν τῆς ἀρχῆς κράτος ἥ τε βουλὴ διέγνωκε καὶ ὁ δῆμος ἐπεψήφικεν ἑνὶ δοθῆναι, δύο δὲ καταλείπεται βουλῆς καὶ φροντίδος οὐ μικρᾶς δεόμενα, τίς ὁ παραληψόμενος τὴν ἰσοτύραννον ἀρχὴν ἔσται καὶ ὑπὸ τίνος ἀποδειχθεὶς ἐξουσίας νομίμου, ἐκ τῶν τότε ὄντων ὑπάτων τὸν ἕτερον, εἴτε παραχωρήσαντος τοῦ συνάρχοντος, εἴτε κλήρῳ λαχόντα, ἑλέσθαι Ῥωμαίων ὃν ὑπολαμβάνει κράτιστα καὶ συμφορώτατα τὰ τῆς πόλεως ἐπιτροπεύσειν.
当所有人由于羞怯而不敢公开表达自己心中的想法、且这种情况持续了很久时,在执政官出身的议员中最年长且最受尊敬的人表达了意见,通过这个提案,他既使两位执政官保持了同等的荣誉,又得以从他们本人之中找到更合适的人来掌权;因为他说,在他看来,既然元老院已经决定且平民已经投票批准将该官职的最高权力赋予一人,但仍剩下两件需要元老院商议和不小顾虑的事,即谁将是接管这一与僭主等同官职的人,以及他将由何种合法的权力来指派,因此,在当时的两位执政官中,无论是由于同僚的让步,还是通过抽签决定,应由其中一人从罗马人中选出他认为能够最优秀、最有利地管理城邦事务的人。
μεσοβασιλέων δʼ αὐτοῖς μηθὲν ἐν τῷ παρόντι δεῖν, οὓς ἐν ταῖς μοναρχίαις ἀποδείκνυσθαι μονογνώμονας τῶν μελλόντων ἄρξειν ἔθος ἦν, ἐχούσης τῆς πόλεως τὴν ὅσιον ἀρχήν.
而且他们目前根本不需要临时摄政(中间王),在君主制下,习惯上是由他们独立决定未来的统治者,而现在城邦已经拥有了合法的官职。

词汇与语法注释

  1. 1017δραστηρίου τʼ ἀνδρὸς εἰς τὰ πράγματα δεῖν — 无人称动词 δεῖ(此处为依赖于 ἐδόκει 的不定式 δεῖν)支配表示所需要人或物的属格(δραστηρίου τʼ ἀνδρὸς ... ἐμπειρίαν ἔχοντος)。介词短语 εἰς τὰ πράγματα 意为“在国家政务中”,限制了这种需要的适用范围。
  2. p.v.2p.248ἅπαντα δʼ ὁρῶντες — 分词 ὁρῶντες 的文法主语是“元老院的领袖们”(或按意义 ad sensum 将集合名词 βουλή 视作复数),但由于后续的主句引入了新的主语“元老院”(ἡ δὲ βουλὴ ... ἐλάμβανον),导致本句在语法上出现了缺乏对应主动词的破格(anacoluthon)结构。
  3. 1018τοῦ μὲν ἀφελέσθαι ... τῷ δὲ χαρίσασθαι — 这两个不定式从句表现出不对称的格标记(属格 τοῦ μὲν 对与格 τῷ δὲ)。这反映了各自动词的不同支配关系:剥夺某人(ἀφαιρέω 可支配表示人的属格)与赐予某人(χαρίζομαι 支配表示人的与格)。此处 τοῦ μὲν 和 τῷ δὲ 均作为指示代名词(冠词的代词化用法)指向两位执政官。
  4. p.v.2p.249ἑλέσθαι Ῥωμαίων ὃν ὑπολαμβάνει — 此句是由 ἔφη γὰρ 引导的间接引语中“对格与不定式”(A.C.I.)结构的一部分。中动不定式 ἑλέσθαι 的逻辑主语承接自前文的“两位执政官之一”(τὸν ἕτερον),意为“由他(该执政官)从罗马人中选出”。关系从句中的动词 ὑπολαμβάνει 在间接引语中仍保持直陈语气。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.71.1-5.71.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.71.1-5.71.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。