Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.69.1-5.69.3

战时债务暂缓决议与平民的不满

第 398 段,共 962 段 · 希腊语

内容简介

在元老院对债务问题的各种折中方案进行辩论后,通过了一项在战后重新讨论并在此期间暂停所有债务清偿和诉讼的预备决议,但部分无产平民要求立即免除债务,依然表示不满。

§5.69.1αὗται μὲν αἱ πλεῖστον ἀλλήλων διαφέρουσαι γνῶμαι ἐλέχθησαν, ἕτεραι δέ τινες αἱ τὴν μεταξὺ τούτων ἔχουσαι χώραν συχναί.
这些彼此分歧最大的意见发表了,此外还有许多处于这两者之间折中立场的其他意见。
οἱ μὲν γὰρ αὐτοὺς μόνον ἀφεῖσθαι τῶν χρεῶν τοὺς μηδὲν κεκτημένους ἠξίουν, τὰ χρήματα ποιοῦντες ἀγώγιμα τοῖς δανεισταῖς, οὐ τὰ σώματα· οἱ δὲ τὸ δημόσιον ὑπὲρ τῶν ἀδυνάτων διαλῦσαι τὰ συμβόλαια συνεβούλευον, ἵνα ἥ τε πίστις τῶν πενήτων ὑπὸ τῆς δημοσίας φυλαχθῇ χάριτος καὶ οἱ συμβεβληκότες αὐτοῖς μηθὲν ἀδικηθῶσιν.
因为有人主张仅免除那些一无所有之人的债务,使债权人可以扣押其财产,而不是其身体;另一些人则建议,国家应当替无力偿还者清偿债务契约,好让穷人的“信义”通过公共恩惠得到保护,而那些借贷给他们的人也不致蒙受任何不公。
ἐδόκει δέ τισι καὶ τῶν ἤδη κατεχομένων πρὸς τὰ χρέα καὶ τῶν μελλόντων ἀφαιρεθήσεσθαι τὴν ἐλευθερίαν ῥύσασθαι τὰ σώματα, ἐκ τῶν αἰχμαλώτων ἕτερα τοῖς δανεισταῖς διαμειψαμένους ὑπὲρ αὐτῶν σώματα.
还有一些人认为,应当解救那些已经因债务而被拘禁的人以及那些即将被剥夺自由之人的身体,方法是用俘虏中的其他身体来代替他们与债权人交换。
§5.69.2τοιούτων δέ τινων λεχθέντων ἡ νικῶσα ἦν γνώμη, μηθὲν ἐν τῷ παρόντι γενέσθαι περὶ αὐτῶν προβούλευμα· ὅταν δὲ τὸ κράτιστον τέλος οἱ πόλεμοι λάβωσι, τότε προθεῖναι τοὺς ὑπάτους λόγον καὶ ψῆφον ἀναδοῦναι τοῖς συνέδροις· τέως δὲ μηδεμίαν εἴσπραξιν εἶναι μήτε συμβολαίου μηθενὸς μήτε καταδίκης μηδεμιᾶς, ἀφεῖσθαι δὲ καὶ τὰς ἄλλας ἀμφισβητήσεις πάσας, καὶ μήτε τὰ δικαστήρια καθίζειν μήτε τὰς ἀρχὰς διαγινώσκειν περὶ μηθενὸς ἔξω τῶν εἰς τὸν πόλεμον ἀνηκόντων.
在发表了这些讨论之后,占优势的意见是:目前不对他们做出任何预备决议;但当战争取得最好的结局时,执政官们应当提出议案,并将表决权交给元老院议员们;在此期间,不得对任何契约进行追讨,也不得执行任何判决,所有其他争议也都予以搁置,法庭既不开庭,长官们也不对除战争相关事务以外的任何事情做出裁决。
§5.69.3τοῦτο τὸ προβούλευμα εἰς τὸν δῆμον ἐξενεχθὲν ἐμείωσε μέν τι τῆς πολιτικῆς ταραχῆς, οὐ μὴν ἅπαν γε τὸ στασιάζον ἐξεῖλεν ἐκ τῆς πόλεως.
这一预备决议提交给民众后,虽然在一定程度上减少了城邦的动荡,但并没有完全消除城邦中的造反因素。
ἦσαν γάρ τινες ἐκ τοῦ θητικοῦ πλήθους, οἷς οὐκ ἐφαίνετο ἀποχρῶσα εἶναι βοήθεια ἡ παρὰ τῆς βουλῆς ἐλπὶς φανερὸν οὐδὲ βέβαιον ἔχουσα οὐδέν· ἀλλὰ δυεῖν θάτερον αὐτὴν ἠξίουν ποιεῖν, ἢ διδόναι σφίσιν ἤδη τὴν ἄφεσιν τῶν χρεῶν, εἰ βούλεται κοινωνοὺς τῶν κινδύνων ἔχειν, ἢ μὴ φενακίζειν εἰς ἑτέρους ἀναβαλλομένην χρόνους· οὐ γὰρ ὁμοίας εἶναι τὰς διανοίας τῶν ἀνθρώπων δεομένων τε καὶ ἀποπληρωθέντων, ὅτου ἂν δεηθῶσιν.
因为在无产雇工的群众中,有些人认为来自元老院的希望并不能算作充足的援助,因为它没有包含任何明确或确定的东西;相反,他们要求元老院在两者中择其一:如果希望让他们共同分担危险,就应当现在就给他们免除债务,或者不要将其推迟到其他时间来欺骗他们;因为,人们在有所需求时的心思,与在所需的得到满足后的心思是不一样的。

词汇与语法注释

  1. 5.69.1ἕτεραι δέ τινες αἱ τὴν μεταξὺ τούτων ἔχουσαι χώραν συχναί — 省略了主动词(例如 ἐλέχθησαν)。形容词 συχναί(许多)与 ἕτεραι δέ τινες 一致,意为“持有介于这两者之间折中立场(την μεταξύ τούτων χώραν)的其他许多意见”。
  2. 5.69.1ἐδόκει δέ τισι καὶ τῶν ἤδη κατεχομένων ... ῥύσασθαι τὰ σώματα — 不定式 ῥύσασθαι 的逻辑主语由接下来的分词对格形式 διαμειψαμένους(通过交换)表示。属格 τῶν κατεχομένων 和 τῶν μελλόντων 修饰 ῥύσασθαι 的直接宾语 τὰ σώματα。
  3. 5.69.2μηθὲν ἐν τῷ παρόντι γενέσθαι ... προβούλευμα — 这一段由一连串依赖于 ἡ νικῶσα ἦν γνώμη(占优势的意见是……)的动词不定式(γενέσθαι, προθεῖναι, ἀναδοῦναι, εἶναι, ἀφεῖσθαι, καθίζειν, διαγινώσκειν)构成,起到了陈述元老院决议(预备决议)具体内容的命令性或规定性作用。
  4. 5.69.3οὐ γὰρ ὁμοίας εἶναι τὰς διανοίας τῶν ἀνθρώπων δεομένων τε καὶ ἀποπληρωθέντων — 不定式 εἶναι 用于由 ἠξίουν(他们主张/要求)隐式引导的间接引语中。分词 δεομένων 和 ἀποπληρωθέντων 作为属格修饰 τῶν ἀνθρώπων,对比了人们在“有所求时”与“得到满足时”的不同心境。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.69.1-5.69.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.69.1-5.69.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。