§5.68.1τούς τʼ οἰκτείρειν τὴν πενίαν τῶν πολιτῶν ἀξιοῦντας καὶ βοηθεῖν τοῖς μὴ δυναμένοις διαλῦσαι τὰ χρέα παραινοῦντας ἔφη δεῖν ἐξετάζειν, τί ποτε τὸ πεποιηκὸς ἦν αὐτοὺς ἀπόρους κλήρους τε παραλαβόντας, οὓς οἱ πατέρες αὐτῶν κατέλιπον, καὶ ἀπὸ τῶν στρατειῶν πολλὰ ὠφεληθέντας, καὶ τὰ τελευταῖα ἐκ τῆς δημευθείσης τῶν τυράννων οὐσίας τὴν ἐπιβαλοῦσαν μοῖραν λαβόντας· ἔπειθʼ οὓς μὲν ἂν ὁρῶσι τῇ γαστρὶ καὶ ταῖς αἰσχίσταις ἐζηκότας ἡδοναῖς καὶ διὰ ταῦτʼ ἐκπεπτωκότας ἐκ τῶν βίων, αἰσχύνας τῆς πόλεως νομίζειν καὶ βλάβας, καὶ μέγα τῷ κοινῷ κέρδος ὑπολαμβάνειν, ἐὰν ἑκόντες ἀπὸ τῆς πόλεως ἀποφθαρῶσιν· οὓς δʼ ἂν αἰσθάνωνται διὰ πονηρὰν τύχην ἀπολωλεκότας τοὺς βίους, ἐκ τῶν ἰδίων τούτους
他还说,对于那些要求同情公民贫困并建议援助无力偿还债务者的人,必须进行审查,看看究竟是什么让他们陷入穷困的,尽管他们继承了父亲留下的土地,从多次军事远征中获益良多,并且最后还从被没收的僭主财产中分得了属于自己的一份;接下来,如果他们看到有些人是因纵欲和最可耻的享乐而生活,并因此失去了生计,就应当视他们为城邦的耻辱和害毒,并认为如果他们自愿离开城邦去自取灭亡,对共同体来说将是巨大的利益;但如果发现有些人是因不幸的命运而失去了家当,就应当用私人的财产救济他们。
§5.68.2εὖ ποιεῖν. ἄριστα δὲ τοῦτο καὶ γινώσκειν καὶ ποιήσειν ἔφησε τοὺς συμβεβληκότας αὐτοῖς καὶ βοηθήσειν αὐτῶν ταῖς τύχαις αὐτοὺς ἐκείνους οὐκ ἀναγκασθέντας ὑφʼ ἑτέρων, ἀλλʼ ἑκόντας, ἵνʼ αὐτοῖς ἡ χάρις ἀντὶ τῶν χρημάτων καλὸν ὀφείλημα περιῇ.
他说,对这一点最了解并最能付诸实行的,正是那些借贷给他们的人本身,这些人会自愿而非被迫地去救济他们的不幸,好让这份感激之情代替金钱,成为留在他们身上的一笔美好的债务。
κοινὴν δὲ ποιεῖν τὴν βοήθειαν ἅπασιν, ἧς ἐξ ἴσου μεθέξουσιν οἱ πονηροὶ τοῖς χρηστοῖς, καὶ μὴ ἐκ τῶν ἰδίων, ἀλλʼ ἐκ τῶν ἀλλοτρίων τινὰς εὖ ποιεῖν, καὶ ὧν τὰ χρήματα ἀφαιροῦνται, τούτοις μηδὲ τὰς ὑπὲρ τῶν εὐεργεσιῶν καταλιπεῖν χάριτας, ἥκιστα τῇ Ῥωμαίων ἀρετῇ προσήκειν.
然而,提供一种恶人与善人同等分享的公共援助,不用自己的财产却用他人的财产去施惠于某些人,甚至连因善行而获得感激的机会也不留给那些被夺走财产的人,这最不符合罗马人的美德。
§5.68.3ὑπὲρ ἅπαντα δὲ ταῦτα καὶ τἆλλα, δεινόν τι καὶ οὐκ ἀνεκτὸν εἶναι Ῥωμαίοις τῆς ἡγεμονίας ἀντιποιουμένοις, ἣν διὰ πολλῶν πόνων οἱ πατέρες αὐτῶν κτησάμενοι τοῖς ἐκγόνοις κατέλιπον, μὴ κατὰ προαίρεσιν μηδὲ πεισθέντας μηδʼ ἐν ᾧ προσῆκε καιρῷ τὰ βέλτιστα καὶ τῷ κοινῷ συμφέροντα πράττειν, ἀλλʼ ὥσπερ ἑαλωκυίας τῆς πόλεως ἢ προσδοκώσης τοῦτο πείσεσθαι παρὰ τὸ δοκοῦν ἑαυτοῖς πράττειν, ἐξ ὧν ὠφέλειαν μὲν οὐδεμίαν ἢ μικράν τινα κομιδῇ λήψονται, κακῶν δὲ κινδυνεύσουσι τὰ ἔσχατα παθεῖν.
在这一切以及其他所有事情之上,对于主张霸权的罗马人来说,有一件事是可怕且不可容忍的:他们的先辈历经千辛万苦赢得并留给后代这份霸权,他们却不是根据自己的选择,也不是被说服,更不是在适当的时机去做最善且对共同体有益的事,而是仿佛城邦已经陷落或者正预料到要遭受这种命运一样,做出违背自己意愿的事情,从中他们得不到任何好处,或者只能得到极其微小的好处,反而面临遭受最严重灾祸的危险。
§5.68.4μακρῷ γὰρ αὐτοῖς εἶναι κρεῖττον ἃ κελεύουσι Λατῖνοι πράττειν ὡς μετριώτερα ὄντα καὶ μηδʼ εἰς πεῖραν ἐλθεῖν πολέμου, ἢ τοῖς μηδαμῇ μηδὲν χρησίμοις συγχωρήσαντας ἃ παρακαλοῦσιν ἀνελεῖν τὴν πίστιν ἐκ τῆς πόλεως, ἣν ἱεροῦ κατασκευῇ καὶ θυσίαις διετησίοις οἱ πατέρες αὐτῶν ἔταξαν γεραίρεσθαι, μέλλοντας σφενδονητῶν συμμαχίαν ἐπὶ τὸν πόλεμον προσλαμβάνειν.
因为,对他们来说,去履行拉丁人所要求的事(因为那更为温和),甚至无需经历战争的考验,也远比以下做法要好得多:通过向那些毫无用处的人妥协他们的请求,从而在城邦中废除“信义”(这是他们的先辈规定要通过建造神殿和年度祭祀来尊崇的),而他们居然打算为了战争去招募投石兵作为同盟。
§5.68.5κεφάλαιον δὲ τῆς γνώμης ἦν αὐτῷ τόδε· τοὺς μὲν θέλοντας τῶν πολιτῶν κοινωνεῖν τῆς ἐκ τοῦ πολέμου τύχης ἐπὶ τοῖς αὐτοῖς δικαίοις, οἷς καὶ τῶν ἄλλων ἕκαστος, παραλαμβάνειν ἐπὶ τὰ πράγματα· τοὺς δὲ κατὰ συνθήκας ὁποίας δήποτε ἀξιοῦντας ἀναλαμβάνειν τὰ ὅπλα περὶ τῆς πατρίδος, ὡς οὐδὲν εἰ λάβοιεν ὠφελήσοντας, χαίρειν ἐᾶν.
他的意见的要点如下:在公民中,凡愿意在与其他每个人相同的权利基础上共同承担战争命运的人,就接纳他们参与事务;但对于那些要求在某种协议条件下才为祖国拿起武器的人,则随他们去,因为即使接纳他们也毫无用处。
εἰ γὰρ τοῦτο μάθοιεν, εἴξειν αὐτοὺς ἔφη, καὶ παρέξειν σφᾶς αὐτοὺς τοῖς τὰ κράτιστα περὶ τοῦ κοινοῦ βουλεύουσιν εὐπειθεῖς.
因为他说,如果他们明白这一点,就会屈服,并且会顺从地听从那些为共同体谋划最善之事的人。
εἰωθέναι γὰρ ἀεί πως τὸ ἀνόητον ἅπαν, ὅταν μέν τις αὐτὸ κολακεύῃ μεγάλα φρονεῖν, ὅταν δὲ δεδίττηται σωφρονεῖν.
因为一切愚昧之事似乎总是如此:有人逢迎它时,它就妄自尊大;而当有人威慑它时,它就会通情达理。