Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.66.1-5.66.4

阿庇乌斯·克劳狄乌斯反对免除债务

第 395 段,共 962 段 · 希腊语

内容简介

阿庇乌斯·克劳狄乌斯·萨比努斯发言,强烈反对瓦莱里乌斯关于免除债务的提议。他指出,债务免除将引发富裕阶层的反弹,破坏社会信用与经济活动,并最终导致国家的毁灭。

§5.66.1τοιαῦτα τοῦ Οὐαλερίου λέγοντος καὶ πολλῶν τὴν γνώμην ἐπαινούντων Ἄππιος Κλαύδιος Σαβῖνος ἐν τῷ προσήκοντι κληθεὶς τόπῳ τἀναντία παρῄνει διδάσκων, ὅτι τὸ στασιάζον οὐκ ἐξαιρεθήσεται τῆς πόλεως, ἐὰν ψηφίσωνται χρεῶν ἀποκοπάς, ἀλλʼ ἔτι πονηρότερον ἔσται μεταχθὲν ἀπὸ τῶν πενήτων εἰς τοὺς εὐπόρους.
在瓦莱里乌斯发表如此演说、许多人赞同其意见之时,阿庇乌斯·克劳狄乌斯·萨比努斯在轮到他发言时,提出了相反的建议,并指出:如果他们投票通过免除债务,城邦中的不和因素并不会被消除,反而会因为从穷人转移到富人身上而变得更加恶劣。
§5.66.2δῆλον γὰρ δὴ πᾶσιν ὑπάρχειν, ὅτι χαλεπῶς οἴσουσιν οἱ μέλλοντες ἀποστερεῖσθαι τῶν χρημάτων πολῖταί τʼ ὄντες καὶ ἐπίτιμοι καὶ πάσας ἐστρατευμένοι τὰς ἐπιβαλούσας ὑπὲρ τῆς πόλεως στρατείας, οὐδʼ ἀξιοῦντες ἃ κατέλιπον αὐτοῖς οἱ πατέρες καὶ αὐτοὶ φιλεργοῦντες καὶ σωφρόνως ζῶντες ἐκτήσαντο δημεύεσθαι τοῖς πονηροτάτοις καὶ ἀργοτάτοις τῶν πολιτῶν.
因为对所有人来说这显然是事实:那些即将被剥夺财产的人——他们既是公民,又享有充分的权利,并且为城邦承担了所有派定的军事役期——将难以容忍此事;他们不认为他们父亲留给他们的、以及他们自己通过勤劳和节制生活所获得的财产,应该为了那些最邪恶、最懒惰的公民而被没收。
πολλῆς δʼ εἶναι μωρίας ἔργον τῷ χείρονι μέρει τοῦ πολιτεύματος χαρίζεσθαι βουλομένους τοῦ κρείττονος ὑπερορᾶν καὶ τοῖς ἀδικωτάτοις τῶν πολιτῶν τὰς ἀλλοτρίας δημεύοντας οὐσίας τῶν δικαίως αὐτὰς κτησαμένων ἀφαιρεῖσθαι.
他还说,由于渴望取悦国家中较差的部分而忽视较好的部分,并且为了最不义的公民而没收他人的财产、剥夺那些正当获得财产的人,这是极其愚蠢的表现。
§5.66.3ἐνθυμεῖσθαί τʼ αὐτοὺς ἠξίου, ὅτι οὐχ ὑπὸ τῶν πενήτων καὶ οὐδεμίαν ἰσχὺν ἐχόντων αἱ πόλεις ἀπόλλυνται τὰ δίκαια ποιεῖν ἀναγκαζομένων, ἀλλʼ ὑπὸ τῶν εὐπόρων καὶ τὰ πολιτικὰ πράττειν δυναμένων, ὅταν ὑπὸ τῶν χειρόνων ὑβρίζωνται καὶ τῶν δικαίων μὴ τυγχάνωσιν.
他还要求他们记住,城邦之毁灭,并非由于被迫行正义之事的穷人和无权无势之人,而是由于那些有能力管理国务的富裕之人,在他们受到下等人的侮辱且得不到正义对待之时。
εἰ δὲ μηδὲν ἀγανακτήσειν μέλλοιεν οἱ τῶν συμβολαίων ἀποστερούμενοι, πρᾴως δέ πως καὶ ῥᾳθύμως οἴσειν τὰς βλάβας, οὐδʼ οὕτως ἔφη καλῶς ἕξειν σφίσιν οὐδʼ ἀσφαλῶς δωρεὰν τοῖς πένησι χαρίζεσθαι τοιαύτην, διʼ ἣν ἀσυνάλλακτος ὁ κοινὸς ἔσται βίος καὶ μισάλληλος καὶ τῶν ἀναγκαίων χρειῶν, ὧν χωρὶς οὐκ ἔνεστιν οἰκεῖσθαι τὰς πόλεις, ἐνδεής, οὔτε τὴν χώραν σπειρόντων ἔτι καὶ φυτευόντων τῶν γεωργῶν, οὔτε τὴν θάλατταν πλεόντων καὶ διαμειβομένων τὰς διαποντίους ἀγορὰς τῶν ἐμπόρων, οὔτε ἄλλην ἐργασίαν οὐδεμίαν δικαίαν ποιουμένων τῶν πενήτων.
他还说,即使那些被剥夺契约债务的人完全不愤恨,而是温和且淡然地承受这些损失,对他们来说,向穷人恩赐这样一种礼物也绝非好事或安全之策,因为这将使共同生活无法进行交易、彼此憎恨,并匮乏那些没有它们城邦便无法维持的必需需求——农民不再耕种和种植土地,商人不再航海和交易海外市场,穷人也不再从事任何其他正当的劳动。
§5.66.4εἰς ἅπαντα γὰρ ταῦτα τοῖς δεομένοις ἀφορμῆς οὐδένα τῶν εὐπόρων τὰ ἑαυτοῦ χρήματα προήσεσθαι· ἐκ δὲ τούτων φθονήσεσθαι μὲν εὐπορίαν, καταλυθήσεσθαι δὲ φιλεργίαν, κρείττω δὲ μοῖραν ἕξειν τοὺς ἀκολάστους τῶν σωφρόνων, τοὺς δʼ ἀδίκους τῶν δικαίων καὶ τοὺς σφετεριζομένους τἀλλότρια τῶν φυλαττόντων τὰ ἴδια.
因为对于所有这些需要资金的人,富人中不会有人提供自己的金钱;结果是,财富将被嫉妒,勤劳将被废除,放纵者将比克己者、不义者将比正义者、侵占他人财产者将比守护自己财产者享有更好的境遇。
ταῦτα δʼ εἶναι τὰ ποιοῦντα διχοστασίας ἐν ταῖς πόλεσι καὶ ἀλληλοφθορίας ἀπαύστους καὶ πᾶσαν ἄλλην κακῶν ἰδέαν, ὑφʼ ὧν αἱ μὲν εὐτυχέστατα πράξασαι τὴν ἐλευθερίαν ἀφῃρέθησαν, αἱ δὲ τῆς χείρονος μοίρας τυχοῦσαι πανώλεθροι διεφθάρησαν.
这些正是导致城邦分裂、无休止的相互毁灭以及各种其他形式邪恶的原因,那些曾经历最繁荣的城邦因此被剥夺了自由,而那些遭遇更悲惨命运的城邦则彻底灭亡。

词汇与语法注释

  1. 5.66.1μεταχθὲν — 中性单数主格的被动分词,修饰前文的主语 `τὸ στασιάζον`(党争分子/不和)。表示“党争从穷人转移到富人身上,将变得更加恶劣”。
  2. 5.66.2πολλῆς δʼ εἶναι μωρίας ἔργον — 属格的谓语性用法(`πολλῆς μωρίας`),表示性质或特征,伴随间接陈述中的不定式 `εἶναι`,意为“……是极大愚蠢的表现”。
  3. 5.66.3οὔτε τὴν χώραν σπειρόντων ... οὔτε τὴν θάλατταν πλεόντων ... οὔτε ἄλλην ἐργασίαν ... ποιουμένων — 三个属格绝对(genitive absolute)结构通过 `οὔτε ... οὔτε ... οὔτε` 并列,对前文 `ενδεής`(匮乏)的原因或具体情况进行补充说明。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.66.1-5.66.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.66.1-5.66.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。