§5.63.1παρασκευαζόμενοι δὲ τὰ εἰς τὸν πόλεμον ἐπιτήδεια καὶ τὰς δυνάμεις ἀρξάμενοι καταγράφειν, εἰς πολλὴν ἐνέπιπτον ἀμηχανίαν, οὐ τὴν αὐτὴν ἁπάντων προθυμίαν εἰς τὰ ἔργα παρεχομένων.
当他们准备战争所需之物并开始征召军队时,陷入了极大的困境,因为并非所有人对这些事务都表现出同样的积极性。
οἱ γὰρ ἐνδεεῖς βίου καὶ μάλιστα οἱ τὰ χρέα τοῖς συμβαλοῦσι διαλῦσαι οὐ δυνάμενοι πολλοὶ σφόδρα ὄντες οὐχ ὑπήκουον ἐπὶ τὰ ὅπλα καλούμενοι οὐδʼ ἐβούλοντο κοινωνεῖν οὐδενὸς ἔργου τοῖς πατρικίοις, εἰ μὴ ψηψίσαιντο αὐτοῖς χρεῶν ἄφεσιν·
因为那些生活穷困的人,尤其是那些无力偿还债权人债务的人,人数非常之多,当被召集拿起武器时他们并不服从,也不愿与贵族们分担任何任务,除非他们投票同意免除其债务。
ἀλλὰ καὶ καταλείψειν τινὲς αὐτῶν τὴν πόλιν ἔλεγον καὶ παρεκελεύοντο ἀλλήλοις μὴ φιλοχωρεῖν πόλει μηδενὸς αὐτοῖς ἀγαθοῦ μεταδιδούσῃ.
甚至他们中的一些人还声称要离开这座城邦,并互相劝诫不要留恋一个不愿与他们分享任何好处的城邦。
§5.63.2τέως μὲν οὖν παρακαλεῖν αὐτοὺς οἱ πατρίκιοι καὶ μεταπείθειν ἐπειρῶντο, ἐπεὶ δʼ οὐθὲν ἐγίνοντο μετριώτεροι πρὸς τὰς παρακλήσεις, οὕτω δὴ συνελθόντες εἰς τὸ βουλευτήριον ἐσκόπουν, τίς εὐπρεπεστέρα λύσις ἔσται τῆς κατεχούσης τὴν πόλιν ταραχῆς.
因此,起初贵族们还试图劝说并改变他们的想法;但当面对劝说,他们没有丝毫让步时,贵族们终于聚集到议事厅,商讨有什么更体面的办法来解决笼罩着城邦的混乱。
ὅσοι μὲν οὖν ἐπιεικεῖς τὴν φύσιν καὶ μέτριοι τοῖς τιμήμασι τῶν βίων ἦσαν, παρῄνουν ἀφεῖναι τὰ χρέα τοῖς πένησι καὶ πρίασθαι πολιτικὴν εὔνοιαν ὀλίγου διαφόρου, μεγάλα μέλλοντας ἐξ αὐτῆς κερδανεῖν ἰδίᾳ τε καὶ δημοσίᾳ.
那些天性温和、资产适中的人,建议免除穷人的债务,以微小的代价换取公民的好感,并指出无论于私于公,他们都将从中获得巨大的利益。