Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.62.1-5.62.4

罗马决议开战与结盟交涉的受挫

第 391 段,共 962 段 · 希腊语

内容简介

罗马元老院拒绝了拉丁人的审判要求并决议开战,向邻近城邦寻求同盟。尽管邻近部族分别以中立、敌对或调停作出答复使罗马孤立无援,但罗马人毫不气馁,决心仅凭自身力量进行战斗。

§5.62.1ταῦτα προκαλουμένων τῶν πρεσβευτῶν οὐκ ἀξιοῦσα δίκην ὑποσχεῖν Ἀρικηνοῖς ἡ βουλή, περὶ ὧν οἱ κατηγοροῦντες ἔμελλον γίνεσθαι κριταί, καὶ οὐδὲ μέχρι τούτων κριτὰς ἔσεσθαι ὑπολαμβάνουσα τοὺς ἐχθρούς, ἀλλὰ προσθήσειν ἔτι βαρύτερα τούτων ἐπιτάγματα, δέχεσθαι τὸν πόλεμον ἐψηφίσαντο.
在使节们提出这些要求时,元老院认为,在控告者自身将成为裁判官的事项上,向阿里基亚人接受审判是不妥当的,并且他们料定敌人不会仅止于这些要求作为裁判,而是会施加比这更沉重的命令,因此决议接受战争。
τῆς μὲν οὖν ἀρετῆς ἕνεκα καὶ τῆς ἐμπειρίας τῶν ἀγώνων οὐδεμίαν ὑπελάμβανον καταλήψεσθαι τὴν πόλιν συμφοράν, τὸ δὲ πλῆθος ὠρρώδει τῶν πολεμίων· καὶ πολλαχῇ διαπέμπουσα πρέσβεις παρεκάλει τὰς πλησιοχώρους πόλεις ἐπὶ συμμαχίαν, ἀντιπρεσβευομένων εἰς τὰς αὐτὰς καὶ τῶν Λατίνων καὶ πολλὰ τῆς Ῥώμης κατηγορούντων.
因着他们的英勇和战斗经验,他们并不认为城邦会遭遇任何灾难,但他们对敌人的众多感到恐惧;于是他们向多处派遣使节,呼吁邻近城邦结盟,而拉丁人也向同样的城邦派出了对抗使节,并对罗马提出了许多控诉。
§5.62.2Ἕρνικες μὲν οὖν κοινῇ συνελθόντες ὕποπτα καὶ οὐδὲν ὑγιὲς ἀμφοτέραις ταῖς πρεσβείαις ἀπεκρίναντο, συμμαχήσειν μὲν οὐδετέροις λέγοντες κατὰ τὸ παρόν, βουλεύσεσθαι δʼ ὁπότεροι δικαιότερα ἀξιοῦσι κατὰ σχολήν, τῇ δὲ βουλῇ χρόνον ἐνιαύσιον ἀποδώσειν.
赫尔尼基人共同集会,对双方的使节做出了令人怀疑且毫无诚意的答复,声称目前不会与任何一方结盟,而是在闲暇时仔细考虑哪一边的要求更为公正,并给罗马元老院一年的期限。
§5.62.3Ῥότολοι δὲ Λατίνοις μὲν ἐπικουρίαν πέμψειν ἄντικρυς ὑπέσχοντο, Ῥωμαίοις δʼ ἐὰν βουληθῶσι καταλύσασθαι τὴν ἔχθραν, διὰ σφῶν μετριωτέρους παρέξειν Λατίνους ἔφασαν καὶ τὰς συμβάσεις αὐτοῖς διαιτήσειν.
鲁图利人公开许诺将向拉丁人派遣援军,但对罗马人则表示,如果罗马人愿意结束敌对状态,他们将通过自己的斡旋使拉丁人变得更为温和,并为他们仲裁协议。
Οὐολοῦσκοι δὲ καὶ θαυμάζειν ἔλεγον τῆς Ῥωμαίων ἀναισχυντίας, ὅτι συνειδότες ἑαυτοῖς, ὅτι τά τʼ ἄλλα ἠδικηκότες ἦσαν αὐτοὺς καὶ τὰ τελευταῖα τῆς χώρας τὴν κρατίστην αὐτοὺς ἀφελόμενοι κατεῖχον, οὐδὲν ἧσσον ἐτόλμησαν ἐπὶ συμμαχίαν ἐχθροὺς ὄντας σφᾶς παρακαλεῖν, συνεβούλευόν τʼ αὐτοῖς ἀποδοῦσι τὴν χώραν τότε παρʼ αὐτῶν ὡς φίλων ἀπαιτεῖν τὰ δίκαια.
沃尔斯基人甚至表示,他们对罗马人的厚颜无耻感到惊讶,因为罗马人明知自己不仅在其他方面伤害了他们,而且最近还夺取并占领了他们最肥沃的领土,却仍然胆敢请求作为敌人的他们结盟;他们建议罗马人先归还土地,然后再作为朋友向他们提出正当的要求。
Τυρρηνοὶ δʼ ἀμφοτέροις ἐμποδῶν ἐγίνοντο, Ῥωμαίοις μὲν σπονδὰς γεγονέναι λέγοντες οὐ πρὸ πολλοῦ, πρὸς δὲ Ταρκυνίους συγγένειαν εἶναι σφίσι καὶ φιλίαν.
伊特鲁里亚人则在双方之间保持中立,对罗马人说不久前才缔结了条约,而对塔昆尼乌斯一族则有着血缘和友好关系。
§5.62.4τοιαῦτα τούτων ἀποκριναμένων οὐθὲν οἱ Ῥωμαῖοι ταπεινωθέντες, ὃ παθεῖν εἰκὸς ἦν τοὺς μέγαν τε πόλεμον αἰρομένους καὶ πάσας ἀπεγνωκότας τὰς συμμαχικὰς ἐλπίδας, ἀλλὰ ταῖς οἰκείαις δυνάμεσι πιστεύοντες μόναις πολλῷ προθυμότεροι πρὸς τὸν ἀγῶνα ἐγίνοντο, ὡς διὰ τὴν ἀνάγκην ἄνδρες ἀγαθοὶ παρὰ τοὺς κινδύνους ἐσόμενοι, καὶ ἐὰν κατὰ νοῦν πράξωσι ταῖς ἰδίαις ἀρεταῖς κατορθώσαντες τὸν πόλεμον οὐδενὶ κοινωσόμενοι τῆς δόξης.
当这些部族做出如此答复时,罗马人没有丝毫沮丧,这本是那些承担大战且对一切同盟希望绝望的人所易于表现出来的;相反,他们仅凭信赖自身的武力,对战斗变得更加热切,因为他们知道由于形势所迫,自己在危险面前必须成为勇士,而且如果事情如愿以偿,凭着自己的英勇使战争取得成功,他们将不与任何人分享这一荣耀。
τοσοῦτον αὐτοῖς φρονήματος καὶ τόλμης ἐκ τῶν πολλῶν ἀγώνων περιῆν.
数次战斗给他们留下了如此多的自负与胆量。

词汇与语法注释

  1. 5.62.1ταῦτα προκαλουμένων τῶν πρεσβευτῶν — 属格独立结构。现在分词 προκαλουμένων(提出、要求)的逻辑主语是 τῶν πρεσβευτῶν,在句中起时间状语作用。
  2. 5.62.1περὶ ὧν οἱ κατηγοροῦντες ἔμελλον γίνεσθαι κριταί — 关系代名词 ὧν 的先行词是前文所指审判(δίκην)的相关中性复数隐含先行词。关系从句中的主语 οἱ κατηγοροῦντες(控告者们)将成为裁判官(κριταί)。
  3. 5.62.3συνειδότες ἑαυτοῖς, ὅτι τά τʼ ἄλλα ἠδικηκότες ἦσαν αὐτοὺς καὶ τὰ τελευταῖα... — 分词 συνειδότες 是动词 σύνοιδα(意识到)的完成时分词,与与格反身代词 ἑαυτοῖς 连用,意为“他们自己心里明白”。随后的 ὅτι 从句具体说明了他们意识到的内容,整个分词短语用以描述主句动词 ἐτόλμησαν 的主语(罗马人)的心理状态(即“明知自己……”)。
  4. 5.62.4ὃ παθεῖν εἰκὸς ἦν τοὺς μέγαν τε πόλεμον αἰρομένους... — 关系代名词 ὅ(中性单数)以主句所述的内容(罗马人感到沮丧,或沮丧本身)为先行词,引导一个带对格的不定式短语(τοὺς... αἰρομένους... παθεῖν),作为无人称句 εἰκὸς ἦν(是理所当然的)的主语。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.62.1-5.62.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.62.1-5.62.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。