§5.59.1τῷ δʼ ἑξῆς ἐνιαυτῷ Ῥωμαῖοι καθιστᾶσιν ὑπάτους Τῖτον Λάρκιον Φλάβον καὶ Κόιντον Κλοίλιον Σικελόν.
翌年,罗马人任命提图斯·拉尔基乌斯·弗拉乌斯和昆图斯·克洛埃利乌斯·西库卢斯为执政官。
τούτων ὁ μὲν Κλοίλιος τὰ πολιτικὰ πράττειν ἐτάχθη ὑπὸ τῆς βουλῆς τὴν ἡμίσειαν τῆς στρατιᾶς ἔχων φυλακῆς ἕνεκα τῶν νεωτεριζόντων, ἐπιεικὴς τὴν φύσιν εἶναι δοκῶν καὶ δημοτικός.
他们之中,克洛埃利乌斯被元老院分派掌管内政,并率领半数军队以防范企图变革者,因为他被认为天性温和且倾向民主。
ὁ δὲ Λάρκιος ἐπὶ τὸν κατὰ Φιδηναίων πόλεμον ἐξηρτυμένην στρατιὰν ἄγων καὶ τὰ εἰς πολιορκίαν ἐπιτήδεια παρασκευασάμενος ᾤχετο.
而拉尔基乌斯则率领一支装备精良的军队前往对斐代奈人的战场,并准备了围攻所需的物资,随后出发。
§5.59.2πονουμένοις τε τῷ μήκει τοῦ πολέμου καὶ πάντων σπανίζουσι τῶν ἀναγκαίων χαλεπὸς ἦν ὑπορύττων τε τοὺς θεμελίους τῶν τειχῶν καὶ χώματα ἐγείρων καὶ μηχανὰς προσφέρων καὶ οὔθʼ ἡμέρας οὔτε νυκτὸς τῆς πολιορκίας ἀφιστάμενος ὀλίγου τε χρόνου κατὰ κράτος αἱρήσειν τὴν πόλιν ὑπολαμβάνων.
面对那些因战争长期化而痛苦不堪且缺乏一切生活必需品的人,他表现得十分残酷,不仅挖掘墙基,而且筑起土垒,推上攻城兵器,昼夜不停地进行围攻,认为在短时间内就能攻占该城。
οὐδὲ γὰρ αἱ Λατίνων πόλεις, αἷς οἱ Φιδηναῖοι μόναις πιστεύοντες ἀνείλοντο τὸν πόλεμον, ἱκαναὶ σώζειν αὐτοὺς ἔτι τότʼ ἦσαν.
因为即使是斐代奈人唯一依仗并因此开战的那些拉丁人城市,在当时也已不足以挽救他们。
§5.59.3μία μὲν γὰρ οὐδεμία πόλις ἀξιόχρεως ἦν ἀπαλλάξαι τῆς πολιορκίας αὐτούς, κοινῇ δʼ ἐξ ὅλου τοῦ ἔθνους οὔπω συνειστήκει δύναμις, ἀλλὰ πολλάκις πρεσβευομένοις αὐτοῖς τὰς αὐτὰς ἐδίδοσαν οἱ προεστηκότες τῶν πόλεων ἀποκρίσεις, ὡς ἀφιξομένης σφίσιν ἐπικουρίας ἐν τάχει·
因为没有任何一个单一城市有能力将他们从围攻中解救出来,而整个民族的联合军队也尚未组建。 尽管他们多次派遣使节,但各城市的领导人给他们的答复总是相同,称援军很快就会到达。
ἔργον δʼ οὐδὲν ἐγίνετο ταῖς ὑποσχέσεσιν ὅμοιον, ἀλλὰ μέχρι λόγων αἱ περὶ τῆς συμμαχίας ἐλπίδες ἐχώρουν.
然而,并没有与这些承诺相符的实际行动,关于结盟的希望仅停留在口头上。
§5.59.4οὐ μὴν παντάπασί γε τὰ παρὰ τῶν Λατίνων ἀπεγνώκεσαν οἱ Φιδηναῖοι, ἀλλὰ διεκαρτέρουν ἐπὶ ταῖς ἐκεῖθεν ἐλπίσι πάντα τὰ δεινὰ ὑπομένοντες.
尽管如此,斐代奈人并未完全放弃对拉丁人援助的希望,而是凭借这些希望坚守着,忍受着一切苦难。
ἦν δʼ ὑπὲρ πάντα ὁ λιμὸς ἄμαχον πρᾶγμα καὶ πολὺν οὗτος ἐποίησεν ἀνθρώπων φθόρον.
然而最无法抵挡的是饥饿,这造成了大量人员死亡。
ὡς δʼ ἀπειρήκεσαν ἤδη τοῖς κακοῖς, πρεσβευτὰς ἀπέστειλαν ὡς τὸν ὕπατον ἀνοχὰς αἰτοῦντες εἰς τεταγμένον τινὰ ἡμερῶν ἀριθμὸν ὡς ἐν τούτῳ βουλευσόμενοι τῷ χρόνῳ περὶ τῆς πρὸς Ῥωμαίους φιλίας, ἐφʼ οἷς αὐτὴν ποιήσονται δικαίοις.
当他们终于在灾难面前支持不住时,便派遣使节去见执政官,请求在固定的若干天内停战,以便利用这段时间商讨与罗马人建立友好关系,以及基于何种公正条件来缔结这一关系。
§5.59.5ἦν δʼ οὐ βουλῆς χάριν αἰτούμενος ὑπʼ αὐτῶν ὁ χρόνος, ἀλλὰ παρασκευῆς τῶν συμμάχων, ὡς ἐδήλωσαν τῶν αὐτομόλων τινὲς ἔναγχος ἀφιγμένοι.
但他们所请求的时间并非为了商讨,而是为了准备盟友的援助,正如最近前来的一些逃兵所透露的那样。
τῇ γὰρ ἔμπροσθεν νυκτὶ τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν καὶ πλεῖστον ἐν ταῖς Λατίνων πόλεσι δυναμένους ἀπεστάλκεσαν πρέσβεις πρὸς τὸ κοινὸν ἱκετηρίας φέροντας.
因为就在前一天晚上,他们已经派遣了公民中最杰出且在拉丁人城市中极具影响力的人,作为带着恳求信物的使节,前往拉丁同盟。