§5.52.1Σερουιλίου δὲ Σολπικίου Καμερινοῦ καὶ Μανίου Τυλλίου Λόγγου τὴν ἀρχὴν παραλαβόντων Φιδηναίων τινὲς παρὰ Ταρκυνίων στρατιώτας μεταπεμψάμενοι τὴν ἄκραν καταλαμβάνονται, καὶ τῶν μὴ ταὐτὰ προαιρουμένων οὓς μὲν διαφθείραντες, οὓς δʼ ἐξελάσαντες, ἀφιστᾶσιν αὖθις ἀπὸ Ῥωμαίων τὴν πόλιν·
当塞尔维利乌斯·苏尔皮基乌斯·卡梅里努斯与马尼乌斯·图利乌斯·隆古斯接任执政官职务时,一些菲德奈人从塔克文家族那里召来士兵,占领了要塞,并在杀害和驱逐了那些不愿采取相同立场的人之后,使该城再次背叛了罗马人。
πρεσβείας τε Ῥωμαικῆς ἀφικομένης ὥρμησαν μὲν ὡς πολεμίοις χρήσασθαι τοῖς ἀνδράσι, κωλυθέντες δʼ ὑπὸ τῶν πρεσβυτέρων ἐξέβαλον αὐτοὺς τῆς πόλεως, §5.52.2οὔτε δοῦναι λόγον ἀξιώσαντες οὔτε λαβεῖν.
当罗马使节团抵达时,他们冲上前去企图将这些人当作敌人对待,但在长者们的阻止下,他们最终只是将使节们驱逐出城,既不屑于听取对方的辩解,也不愿为自己申辩。
ταῦθʼ ἡ βουλὴ τῶν Ῥωμαίων μαθοῦσα πρὸς μὲν τὸ κοινὸν τῶν Λατίνων οὔπω τὸν πόλεμον ἐκφέρειν πρόθυμος ἦν, πυνθανομένη μὴ πᾶσιν εἶναι τὰ ψηφισθέντα ὑπὸ τῶν προβούλων κατὰ νοῦν, ἀλλʼ ἐν ἑκάστῃ πόλει τοὺς δημοτικοὺς ἀναδύεσθαι τὸν πόλεμον, καὶ πλείους εἶναι τοὺς ἀξιοῦντας μένειν τὰς σπονδὰς τῶν διαλελύσθαι λεγόντων·
罗马元老院得知此事后,并不急于对拉丁人共同联盟宣战,因为他们获悉,由代表们决议的事项并非迎合所有人的心意,而是各城邦的平民都在回避战争,且主张维持条约的人数要多于宣称条约已废除的人。
ἐπὶ δὲ τοὺς ἐν Φιδήνῃ τὸν ἕτερον ἐψηφίσαντο τῶν ὑπάτων Μάνιον Τύλλιον ἀποστεῖλαι στρατιὰν ἄγοντα πολλήν·
然而,针对菲德奈的叛乱者,他们投票决定派遣执政官之一马尼乌斯·图利乌斯率领大军前往。
ὃς ἐπειδὴ τὴν χώραν αὐτῶν ἐδῄωσε κατὰ πολλὴν· ὃς ἐπειδὴ τὴν χώραν αὐτῶν ἐδῄωσε κατὰ πολλὴν ἄδειαν οὐδενὸς ὑπὲρ αὐτῆς ἀμυνομένου, πλησίον τοῦ τείχους καταστρατοπεδευσάμενος ἐφύλαττε μήτʼ ἀγορὰς εἰσάγεσθαι τοῖς ἔνδον μήτε ὅπλα μήτε ἄλλην βοήθειαν μηδεμίαν.
他在无人防守的情况下,安全地蹂躏了他们的领土,随后在城墙附近扎营,严密监视,以防止城内之人获得粮食、武器或任何其他援助。
§5.52.3Φιδηναῖοι μὲν δὴ τειχήρεις ἐγένοντο καὶ πρὸς τὰς Λατίνων ἐπρεσβεύοντο πόλεις δεόμενοι ταχείας συμμαχίας·
菲德奈人因此被围困在城内,并向拉丁诸城派遣使节,请求紧急结盟。
οἱ δὲ προεστηκότες τῶν Λατίνων, ἀγορὰν ποιησάμενοι τῶν πόλεων, Ταρκυνίοις τε αὖθις ἀποδόντες λόγον καὶ τοῖς παρὰ τῶν πολιορκουμένων ἥκουσιν, ἐκάλουν τοὺς συνέδρους εἰς ἀπόφασιν γνώμης, τίνα χρὴ πολεμεῖν Ῥωμαίοις τρόπον, ἀπὸ τῶν πρεσβυτάτων τε καὶ ἐπιφανεστάτων ἀρξάμενοι.
而拉丁人的领袖们召集了各城邦的会议,再次给予塔克文家族以及来自被围困者那里的使节发言权,并从最年长和最显赫的人开始,召集议员们就应当以何种方式对罗马人进行战争发表意见。
§5.52.4πολλῶν δὲ ῥηθέντων λόγων καὶ περὶ αὐτοῦ τοῦ πολέμου πρῶτον, εἰ δέοι αὐτὸν ἐπικυρῶσαι, οἱ μὲν ταραχωδέστεροι τῶν συνέδρων τὸν βασιλέα κατάγειν ἐπὶ τὴν ἀρχὴν ἠξίουν καὶ Φιδηναίοις βοηθεῖν παρῄνουν·
在发表了许多演说,且首先围绕战争本身——即是否有必要批准战争——进行讨论之后,议员中较为激进的那些人主张送国王复位,并建议援助菲德奈人。
ἐν ἡγεμονίαις μὲν βουλόμενοι γενέσθαι στρατιωτικαῖς καὶ πραγμάτων ἐφάψασθαι μεγάλων, μάλιστα δʼ οἱ δυναστείας καὶ τυραννίδος ἐν ταῖς ἑαυτῶν πατρίσιν ἐρῶντες, ἣν συγκατασκευάσειν αὐτοῖς Ταρκυνίους ἐπείθοντο τὴν Ῥωμαίων ἀρχὴν ἀνακτησαμένους.
他们渴望获得军事指挥权并参与重大事务,尤其是那些在自己祖国渴望寡头政治或僭主统治的人,他们坚信,塔克文家族在夺回罗马的统治权后,会协助他们建立这种统治。
οἱ δʼ εὐπορώτατοί τε καὶ ἐπιεικέστατοι μένειν ἐν ταῖς σπονδαῖς ἠξίουν τὰς πόλεις καὶ μὴ προχείρως ἐπὶ τὰ ὅπλα χωρεῖν· καὶ ἦσαν οὗτοι τῷ πλήθει πιθανώτατοι.
相反,最富有和最温和的公民则主张各城市应当维持条约,不应轻率地诉诸武力;而这些人在群众中也最具说服力。
§5.52.5ἐξωθούμενοι δὴ πρὸς τῶν παραινούντων τὴν εἰρήνην ἄγειν οἱ τὸν πόλεμον ἐπισπεύδοντες, τοῦτό γε πείθουσι ποιῆσαι τὴν ἐκκλησίαν τελευτῶντες, πρεσβευτὰς εἰς Ῥώμην ἀποστεῖλαι τοὺς παρακαλέσοντας ἅμα καὶ συμβουλεύσοντας τῇ πόλει δέχεσθαι Ταρκυνίους καὶ τοὺς ἄλλους φυγάδας ἐπʼ ἀδείᾳ καὶ ἀμνηστίᾳ, καὶ περὶ τούτων ὅρκια τεμόντας τῇ πατρίῳ κοσμεῖσθαι πολιτείᾳ καὶ τῆς Φιδηναίων πόλεως ἀπανιστάναι τὸν στρατόν, ὡς σφῶν γε οὐχ ὑπεροψομένων συγγενεῖς καὶ φίλους ἀφαιρεθέντας τὴν πατρίδα·
由于受到主张保持和平者的排挤,那些催促战争的人最终说服了公民大会至少采取以下行动:向罗马派遣使节,同时劝说并建议罗马城在保证安全和赦免的前提下接纳塔克文及其他亡命者,并在就这些事缔结盟誓之后,遵循祖传的宪政治国,并从菲德奈城撤出军队,因为拉丁人绝不会坐视自己的亲族和朋友被剥夺祖国。
ἐὰν δὲ μηδέτερον τούτων ὑπομείνωσι πράττειν, τότε βουλεύσεσθαι περὶ τοῦ πολέμου·
如果罗马人连这两件事中的任何一件都不愿顺从,那么他们到那时再商议战争之事。
§5.52.6οὐκ ἀγνοοῦντες μέν, ὅτι τούτων οὐδέτερον ὑπομενοῦσι Ῥωμαῖοι, προφάσεις δὲ τῆς ἔχθρας βουλόμενοι λαβεῖν εὐπρεπεῖς, καὶ τοὺς ἐναντιουμένους σφίσι θεραπείαις ἐν τῷ μεταξὺ χρόνῳ καὶ χάρισιν ἐπάξεσθαι νομίζοντες.
他们并非不知道罗马人对这两件事绝不会顺从任何一件,但他们希望获得开战的体面借口,并且认为在过渡期间可以通过关怀和恩惠将那些反对他们的人拉拢过去。
ταῦτα ψηφισάμενοι καὶ χρόνον ὁρίσαντες ἐνιαύσιον Ῥωμαίοις μὲν βουλῆς, ἑαυτοῖς δὲ παρασκευῆς, καὶ πρεσβευτὰς ἀποδείξαντες, οὓς Ταρκύνιος ἐβούλετο, διέλυσαν τὸν σύλλογον.
在通过这些决议并规定了一年的期限(给罗马人考虑,给自己做准备),并指定了塔克文所中意的使节之后,他们解散了集会。