Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.54.1-5.54.5

阴谋的告发与执政官对拉丁使节的答复

第 383 段,共 962 段 · 希腊语

内容简介

参与塔克文阴谋的两兄弟在遭遇可怕恶梦并获得预言家警告后,向执政官苏尔皮基乌斯告密。执政官随后接见拉丁人使节,坚决拒绝他们让僭主复位的要求,并表达了罗马不惜开战的决心。

§5.54.1ἡ δʼ ἐν παντὶ καιρῷ σώζουσα τὴν πόλιν καὶ μέχρι τῶν κατʼ ἐμὲ χρόνων παραμένουσα θεία πρόνοια διεκάλυψεν αὐτῶν τὰ βουλεύματα μηνύσεως θατέρῳ τῶν ὑπάτων γενομένης Σολπικίῳ, ἣν ἐποίησαν ἀδελφοὶ δύο Ταρκύνιοι, Πόπλιος καὶ Μάρκος, ἐκ Λαυρέντου πόλεως, κορυφαιότατοι τῶν μετασχόντων τῆς συνωμοσίας, ὑπὸ θείας ἀνάγκης βιαζόμενοι.
然而,在一切危难时刻拯救这座城市、并一直延续到我这个时代的神圣天意,揭露了他们的阴谋。 这是由于有人向执政官之一苏尔皮基乌斯进行了告密,而告密者是来自劳伦图姆城的塔克文家族的两兄弟,普布利乌斯和马尔库斯,他们是参与阴谋的人中最首要的首脑,是在神圣必然性的强迫下而为之的。
§5.54.2ἐφίσταντο γὰρ αὐτοῖς, ὅτε κοιμηθεῖεν, ὄψεις ὀνείρων φοβεραὶ τιμωρίας ἐπαπειλοῦσαι μεγάλας, εἰ μὴ παύσαιντο καὶ ἀποσταῖεν τῆς ἐπιθέσεως, διώκεσθαί τε ὑπὸ δαιμόνων τινῶν καὶ παίεσθαι καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεσθαι καὶ ἄλλα πολλὰ καὶ σχέτλια πάσχειν τελευτῶντες ἐδόκουν·
因为当他们入睡时,可怕的梦境幻象便出现在他们面前,威胁说如果他们不停止并放弃袭击,就将面临巨大的惩罚;他们仿佛觉得自己在最后被某些神灵追赶、殴打、挖出眼睛,并遭受许多其他可怕而悲惨的痛苦。
ὑφʼ ὧν περίφοβοι καὶ τρόμῳ παλλόμενοι διηγείροντο καὶ οὐδὲ καθεύδειν διὰ τὰ δείματα ταῦτʼ ἐδύναντο.
受此惊吓,他们浑身颤抖着惊醒,且因这些恐惧而甚至无法入睡。
§5.54.3κατʼ ἀρχὰς μὲν οὖν ἀποτροπαίοις τισὶ καὶ ἐξακεστηρίοις θυσίαις ἐπειρῶντο παραιτεῖσθαι τοὺς ἐνισταμένους σφίσι δαίμονας· ὡς δʼ οὐδὲν ἐπέραινον, ἐπὶ μαντείας ἐτράποντο τὴν μὲν διάνοιαν τῆς ἐπιχειρήσεως ἀπόρρητον φυλάττοντες, τοῦτο δὲ μόνον ἀξιοῦντες μαθεῖν, εἰ καιρὸς ἤδη πράττειν, ἃ βούλονται.
因此,起初他们试图通过一些避邪和赎罪的祭祀,来安抚那些与他们作对的神灵;但由于毫无效果,他们便转向占卜,对行动的意图保密,而仅仅要求了解现在是否是实施他们所想之事的时候。
ἀποκριναμένου δὲ τοῦ μάντεως, ὅτι πονηρὰν καὶ ὀλέθριον βαδίζουσιν ὁδὸν καί, εἰ μὴ μεταθήσονται τὰ βουλεύματα, τὸν αἴσχιστον ἀπολοῦνται τρόπον, δείσαντες μὴ φθάσωσιν αὐτοὺς ἕτεροι τὰ κρυπτὰ εἰς φῶς ἐξενέγκαντες, αὐτοὶ μηνυταὶ γίνονται πρὸς τὸν ἐνδημοῦντα τῶν ὑπάτων.
但当预言家回答说,他们正在走一条邪恶而毁灭性的道路,并且除非他们改变计划,否则将以最可耻的方式灭亡时,他们害怕别人会抢在他们之前将秘密公之于众,于是自己向留守在城内的那位执政官告了密。
§5.54.4ὁ δʼ ἐπαινέσας αὐτοὺς καὶ πολλὰ ὑποσχόμενος εὖ ποιήσειν, ἐὰν καὶ τὰ ἔργα ὅμοια τοῖς λόγοις ἐπιδείξωνται, τούτους μὲν ἔνδον παρʼ ἑαυτῷ κατεῖχεν οὐδενὶ φράσας·
执政官赞扬了他们,并许诺如果他们的行动能与言语一致,就将给予重赏,于是将他们留在自己府内,不向任何人透露。
τοὺς δὲ τῶν Λατίνων πρέσβεις ἀναβαλλόμενος τέως καὶ παρέλκων τὴν ἀπόκρισιν τότε εἰσαγαγὼν εἰς τὸ βουλευτήριον τὰ §5.54.5δόξαντα τοῖς συνέδροις ἀποκρίνεται πρὸς αὐτούς· ἄνδρες φίλοι τε καὶ συγγενεῖς ἀπαγγέλλετε ἀπιόντες πρὸς τὸ κοινὸν τῶν Λατίνων, ὅτι Ῥωμαίων ὁ δῆμος οὔτε πρότερον Ταρκυνιήταις ἀξιοῦσιν ἐχαρίσατο τὴν τῶν τυράννων κάθοδον, οὔθʼ ὕστερον ἅπασι Τυρρηνοῖς, οὓς ἦγε βασιλεὺς Πορσίνας, ὑπὲρ τῶν αὐτῶν δεομένοις καὶ πόλεμον ἐπάγουσιν ἁπάντων βαρύτατον ἐνέκλινεν, ἀλλʼ ἠνέσχετο γῆν τε κειρομένην ὁρῶν καὶ αὐλὰς ἐμπιπραμένας, τειχήρης γενόμενος ὑπὲρ τῆς ἐλευθερίας καὶ τοῦ μηθὲν ὧν μὴ βούλεται πράττειν κελευσθείς·
随后,他将那些一直被他推延和拖延答复的拉丁人使节引入议事厅,向他们答复了其元老院议员们所决定的事:“朋友们、同胞们,请你们回去向拉丁人的联盟报告,罗马人民既没有在先前应塔克文人要求而宽假僭主们的归还,也没有在后来对波塞纳国王率领的所有伊特鲁里亚人低头,尽管后者提出了同样的请求并发动了所有战争中最沉重的一场;相反,罗马人忍受着看到土地被践踏、庄稼被焚烧,为了自由、以及即使在被命令时也不做任何不愿做的事,而闭关坚守城墙。
ὑμῶν τʼ, ὦ Λατῖνοι, τεθαύμακεν, εἰ ταῦτʼ εἰδότες οὐδὲν ἧττον δέχεσθαι τοὺς τυράννους καὶ τὴν Φιδήνης πολιορκίαν λύειν ἐπιτάττοντες ἥκετε καὶ μὴ πειθομένοις πόλεμον ἀπειλεῖτε.
拉丁人啊,罗马人对你们感到惊异,因为你们明明知道这些,却仍旧跑来命令我们接纳僭主并解除对菲德奈的包围,甚至威胁说如果我们不顺从就要宣战。
παύσασθε δὴ ψυχρὰς καὶ ἀπιθάνους τῆς ἔχθρας παραβαλλόμενοι προφάσεις καὶ εἰ διὰ ταῦτα μέλλετε διαλύειν τὸ συγγενὲς καὶ τὸν πόλεμον ἐπικυροῦν, μηθὲν ἔτι ἀναβάλλεσθε.
因此,停止为你们的敌意寻找冷酷而不可信的借口吧;如果你们打算因此割断亲族关系并确认战争,那就不要再有任何拖延。 ”

词汇与语法注释

  1. 5.54.1μηνύσεως θατέρῳ τῶν ὑπάτων γενομένης Σολπικίῳ — 属格独立结构 "μηνύσεως ... γενομένης"(随着告密被做出),其中与格 "θατέρῳ τῶν ὑπάτων"(给两位执政官之一)作为间接宾语,"Σολπικίῳ" 作为其同格语。
  2. 5.54.2τελευτῶντες ἐδόκουν — 分词 "τελευτῶντες"(意为“最后”或“最终”)与主动词 "ἐδόκουν"(他们似乎)连用,起副词作用,描述了他们在梦中最后遭受苦痛的情景。
  3. 5.54.3δείσαντες μὴ φθάσωσιν αὐτοὺς ἕτεροι τὰ κρυπτὰ εἰς φῶς ἐξενέγκαντες — 动词 "φθάνω" 带有宾格宾语("αὐτούς")和补充性分词("ἐξενέγκαντες"),意为“唯恐他人抢在他们之前将秘密泄露出去”。该结构由引导惧怕从句的连词 "μή" 引入。
  4. 5.54.5τοῦ μηθὲν ὧν μὴ βούλεται πράττειν κελευσθείς — 前置词 "ὑπέρ" 同时支配 "τῆς ἐλευθερίας"(自由)和冠词性不定式短语 "τοῦ μηθὲν ... πράττειν"(不做任何不愿做的事)。分词 "κελευσθείς" 与 "ὁ δῆμος" 一致,带有让步意味(“即便被命令”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.54.1-5.54.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.54.1-5.54.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。