§5.52.1Σερουιλίου δὲ Σολπικίου Καμερινοῦ καὶ Μανίου Τυλλίου Λόγγου τὴν ἀρχὴν παραλαβόντων Φιδηναίων τινὲς παρὰ Ταρκυνίων στρατιώτας μεταπεμψάμενοι τὴν ἄκραν καταλαμβάνονται, καὶ τῶν μὴ ταὐτὰ προαιρουμένων οὓς μὲν διαφθείραντες, οὓς δʼ ἐξελάσαντες, ἀφιστᾶσιν αὖθις ἀπὸ Ῥωμαίων τὴν πόλιν· πρεσβείας τε Ῥωμαικῆς ἀφικομένης ὥρμησαν μὲν ὡς πολεμίοις χρήσασθαι τοῖς ἀνδράσι, κωλυθέντες δʼ ὑπὸ τῶν πρεσβυτέρων ἐξέβαλον αὐτοὺς τῆς πόλεως, §5.52.2οὔτε δοῦναι λόγον ἀξιώσαντες οὔτε λαβεῖν.
When Servilius Sulpicius Camerinus and Manius Tullius Longus took over the office of consuls, some of the Fidenaeans, having sent for soldiers from the Tarquins, seized the citadel, and having killed some and driven out others of those who did not choose the same course, they again revolted the city from the Romans; and when a Roman embassy arrived, they made a rush to treat the men as enemies, but being prevented by the elders, they cast them out of the city, deeming it right neither to give a hearing nor to receive one.
ταῦθʼ ἡ βουλὴ τῶν Ῥωμαίων μαθοῦσα πρὸς μὲν τὸ κοινὸν τῶν Λατίνων οὔπω τὸν πόλεμον ἐκφέρειν πρόθυμος ἦν, πυνθανομένη μὴ πᾶσιν εἶναι τὰ ψηφισθέντα ὑπὸ τῶν προβούλων κατὰ νοῦν, ἀλλʼ ἐν ἑκάστῃ πόλει τοὺς δημοτικοὺς ἀναδύεσθαι τὸν πόλεμον, καὶ πλείους εἶναι τοὺς ἀξιοῦντας μένειν τὰς σπονδὰς τῶν διαλελύσθαι λεγόντων· ἐπὶ δὲ τοὺς ἐν Φιδήνῃ τὸν ἕτερον ἐψηφίσαντο τῶν ὑπάτων Μάνιον Τύλλιον ἀποστεῖλαι στρατιὰν ἄγοντα πολλήν· ὃς ἐπειδὴ τὴν χώραν αὐτῶν ἐδῄωσε κατὰ πολλὴν· ὃς ἐπειδὴ τὴν χώραν αὐτῶν ἐδῄωσε κατὰ πολλὴν ἄδειαν οὐδενὸς ὑπὲρ αὐτῆς ἀμυνομένου, πλησίον τοῦ τείχους καταστρατοπεδευσάμενος ἐφύλαττε μήτʼ ἀγορὰς εἰσάγεσθαι τοῖς ἔνδον μήτε ὅπλα μήτε ἄλλην βοήθειαν μηδεμίαν.
When the senate of the Romans learned this, they were not yet eager to declare war against the common league of the Latins, learning that the things voted by the delegates were not to the mind of all, but that in each city the common people were shrinking from the war, and that those who deemed it right to maintain the treaty were more numerous than those who said it had been dissolved; but against those in Fidenae they voted to send one of the consuls, Manius Tullius, leading a large army; who, when he had ravaged their territory in great security, with no one defending it, having encamped near the wall, watched to prevent either provisions from being brought in to those inside, or arms, or any other assistance whatsoever.
§5.52.3Φιδηναῖοι μὲν δὴ τειχήρεις ἐγένοντο καὶ πρὸς τὰς Λατίνων ἐπρεσβεύοντο πόλεις δεόμενοι ταχείας συμμαχίας· οἱ δὲ προεστηκότες τῶν Λατίνων, ἀγορὰν ποιησάμενοι τῶν πόλεων, Ταρκυνίοις τε αὖθις ἀποδόντες λόγον καὶ τοῖς παρὰ τῶν πολιορκουμένων ἥκουσιν, ἐκάλουν τοὺς συνέδρους εἰς ἀπόφασιν γνώμης, τίνα χρὴ πολεμεῖν Ῥωμαίοις τρόπον, ἀπὸ τῶν πρεσβυτάτων τε καὶ ἐπιφανεστάτων ἀρξάμενοι.
The Fidenaeans indeed were shut up within their walls and sent embassies to the Latin cities, begging for speedy alliance; and the leaders of the Latins, having called an assembly of the cities, and having again given a hearing to the Tarquins and to those who had come from the besieged, called the councilors to declare their opinions as to how they ought to make war on the Romans, beginning with the oldest and most distinguished.
§5.52.4πολλῶν δὲ ῥηθέντων λόγων καὶ περὶ αὐτοῦ τοῦ πολέμου πρῶτον, εἰ δέοι αὐτὸν ἐπικυρῶσαι, οἱ μὲν ταραχωδέστεροι τῶν συνέδρων τὸν βασιλέα κατάγειν ἐπὶ τὴν ἀρχὴν ἠξίουν καὶ Φιδηναίοις βοηθεῖν παρῄνουν· ἐν ἡγεμονίαις μὲν βουλόμενοι γενέσθαι στρατιωτικαῖς καὶ πραγμάτων ἐφάψασθαι μεγάλων, μάλιστα δʼ οἱ δυναστείας καὶ τυραννίδος ἐν ταῖς ἑαυτῶν πατρίσιν ἐρῶντες, ἣν συγκατασκευάσειν αὐτοῖς Ταρκυνίους ἐπείθοντο τὴν Ῥωμαίων ἀρχὴν ἀνακτησαμένους.
And after many speeches had been made, and first concerning the war itself, whether it was necessary to ratify it, the more turbulent of the councilors demanded to restore the king to his power and advised to help the Fidenaeans, desiring to obtain military commands and to lay hands on great affairs, and especially those who were desirous of oligarchy and tyranny in their own countries, which they persuaded themselves the Tarquins would help them establish after recovering the Roman power.
οἱ δʼ εὐπορώτατοί τε καὶ ἐπιεικέστατοι μένειν ἐν ταῖς σπονδαῖς ἠξίουν τὰς πόλεις καὶ μὴ προχείρως ἐπὶ τὰ ὅπλα χωρεῖν· καὶ ἦσαν οὗτοι τῷ πλήθει πιθανώτατοι.
But the wealthiest and most respectable citizens demanded that the cities remain in the treaty and not rashly resort to arms; and these were most persuasive to the multitude.
§5.52.5ἐξωθούμενοι δὴ πρὸς τῶν παραινούντων τὴν εἰρήνην ἄγειν οἱ τὸν πόλεμον ἐπισπεύδοντες, τοῦτό γε πείθουσι ποιῆσαι τὴν ἐκκλησίαν τελευτῶντες, πρεσβευτὰς εἰς Ῥώμην ἀποστεῖλαι τοὺς παρακαλέσοντας ἅμα καὶ συμβουλεύσοντας τῇ πόλει δέχεσθαι Ταρκυνίους καὶ τοὺς ἄλλους φυγάδας ἐπʼ ἀδείᾳ καὶ ἀμνηστίᾳ, καὶ περὶ τούτων ὅρκια τεμόντας τῇ πατρίῳ κοσμεῖσθαι πολιτείᾳ καὶ τῆς Φιδηναίων πόλεως ἀπανιστάναι τὸν στρατόν, ὡς σφῶν γε οὐχ ὑπεροψομένων συγγενεῖς καὶ φίλους ἀφαιρεθέντας τὴν πατρίδα· ἐὰν δὲ μηδέτερον τούτων ὑπομείνωσι πράττειν, τότε βουλεύσεσθαι περὶ τοῦ πολέμου· §5.52.6οὐκ ἀγνοοῦντες μέν, ὅτι τούτων οὐδέτερον ὑπομενοῦσι Ῥωμαῖοι, προφάσεις δὲ τῆς ἔχθρας βουλόμενοι λαβεῖν εὐπρεπεῖς, καὶ τοὺς ἐναντιουμένους σφίσι θεραπείαις ἐν τῷ μεταξὺ χρόνῳ καὶ χάρισιν ἐπάξεσθαι νομίζοντες.
Being thus hard pressed by those who advised keeping the peace, those who were urging on the war finally persuaded the assembly to do this at least: to send ambassadors to Rome who should at once exhort and advise the city to receive the Tarquins and the other exiles under indemnity and amnesty, and having struck oaths concerning these things, to live under their ancestral constitution and to withdraw the army from the city of the Fidenaeans, on the ground that they at least would not overlook their kinsmen and friends being deprived of their country; and if they should submit to do neither of these things, then they would deliberate concerning war; not being ignorant, indeed, that the Romans would submit to neither of these, but wishing to obtain decent pretexts for the enmity, and thinking that they would win over those who opposed them in the meantime by attentions and favors.
ταῦτα ψηφισάμενοι καὶ χρόνον ὁρίσαντες ἐνιαύσιον Ῥωμαίοις μὲν βουλῆς, ἑαυτοῖς δὲ παρασκευῆς, καὶ πρεσβευτὰς ἀποδείξαντες, οὓς Ταρκύνιος ἐβούλετο, διέλυσαν τὸν σύλλογον.
Having voted these things and having set a time of a year—for the Romans for deliberation, and for themselves for preparation—and having appointed ambassadors such as Tarquin wished, they dissolved the assembly.