Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.51.1-5.51.3

拉丁同盟废约与罗马奴隶阴谋

第 380 段,共 962 段 · 希腊语

内容简介

阿里基亚人、塔克文和流亡者指责罗马,促使拉丁联盟投票决定废除与罗马的条约。与此同时,罗马城内爆发的一场大规模奴隶阴谋被揭发并平息。

§5.51.1μετὰ τοῦτον Ἀρικηνοί τε λόγον αἰτησάμενοι κατηγόρουν τῶν Ῥωμαίων, ὅτι τὸν Τυρρηνικὸν πόλεμον ἐπήγαγον σφίσιν ὄντες συγγενεῖς καὶ παρέσχον ὅσον ἐφʼ ἑαυτοῖς ἁπάσας τὰς Λατίνων πόλεις ὑπὸ Τυρρηνῶν τὴν ἐλευθερίαν ἀφαιρεθῆναι·
在他之后,阿里基亚人也请求发言,指责罗马人,称罗马人虽然是他们的亲族,却将伊特鲁里亚战争引向他们,并且在自己力所能及的范围内,任由所有拉丁城市被伊特鲁里亚人夺走自由。
καὶ Ταρκύνιος ὁ βασιλεὺς ἀνανεούμενος τὰς γενομένας αὐτῷ πρὸς τὸ κοινὸν τῶν πόλεων συνθήκας περὶ φιλίας τε καὶ συμμαχίας, ἠξίου τὰς πόλεις ἐμπεδοῦν τοὺς ὅρκους, κατάγειν δʼ αὐτὸν ἐπὶ τὴν ἀρχήν· Καμαριναίων τε καὶ Φιδηναίων φυγάδες, οἱ μὲν τὴν ἅλωσιν καὶ τὴν φυγὴν τῆς πατρίδος, οἱ δὲ τὸν ἀνδραποδισμὸν καὶ τὴν κατασκαφὴν ὀδυρόμενοι, παρεκάλουν αὐτοὺς εἰς τὸν πόλεμον.
国王塔克文也续签了以前与诸城共同联盟缔结的友好同盟条约,要求各城市履行誓言,送他重返王位;卡马里纳和菲德奈的亡命者们,有的哀悼祖国的陷落与流亡,有的痛哭其被奴役和毁灭,纷纷煽动他们发动战争。
§5.51.2τελευταῖος δὲ πάντων ὁ Ταρκυνίου κηδεστὴς Μαμίλιος μέγιστον ἐν τοῖς τότε χρόνοις παρὰ τοῖς Λατίνοις δυνάμενος ἀναστὰς μακρὰν κατὰ τῆς πόλεως διεξῆλθε δημηγορίαν.
最后,塔克文的女婿马米利乌斯——他在当时拉丁人中势力最大——站起来,发表了一篇针对罗马城的长篇演说。
ἀπολογουμένου δὲ πρὸς ἅπαντα τοῦ Οὐαλερίου καὶ δοκοῦντος περιεῖναι τοῖς δικαίοις, ἐκείνην μὲν τὴν ἡμέραν εἰς τὰ κατηγορήματα καὶ τὰς ἀπολογίας ἀναλώσαντες οὐδὲν ἐπέθηκαν τῇ βουλῇ τέλος·
尽管瓦莱里乌斯对所有这些指控进行了辩护,且在正义上显得占据上风,但他们那一天都消耗在指控和辩护中,没有给议会做出任何决定。
τῇ δὲ κατόπιν οὐκέτι τοὺς πρεσβευτὰς τῶν Ῥωμαίων οἱ πρόεδροι προαγαγόντες ἐπὶ τὸν σύλλογον, ἀλλὰ Ταρκυνίῳ τε καὶ Μαμιλίῳ καὶ Ἀρικηνοῖς καὶ τοῖς ἄλλοις τοῖς βουλομένοις τῆς πόλεως κατηγορεῖν ἀποδόντες λόγον, ἐπειδὴ πάντων διήκουσαν ψηφίζονται λελύσθαι τὰς σπονδὰς ὑπὸ Ῥωμαίων, καὶ τοῖς περὶ Οὐαλέριον πρέσβεσιν ἀπόκρισιν ἔδωκαν, ὅτι τὸ συγγενὲς ἐκείνων τοῖς ἀδικήμασι λελυκότων βουλεύσονται κατὰ σχολὴν ὅντινα τρόπον αὐτοὺς ἀμύνεσθαι χρή.
第二天,议长们不再把罗马的使节们传召到集会上,而是把发言权交给了塔克文、马米利乌斯、阿里基亚人以及其他想要指责罗马城的人。 在听取了所有人的意见后,他们投票裁定条约已被罗马人单方面废除,并给瓦莱里乌斯一行的使节们如下答复:由于罗马人因其不法行为破坏了亲属关系,他们将从容商议应当以何种方式对他们进行报复。
§5.51.3ἐν ᾧ δὲ ταῦτʼ ἐπράττετο χρόνῳ, συνωμοσία κατὰ τῆς πόλεως ἐγένετο δούλων συχνῶν συνειπαμένων τάς τʼ ἄκρας καταλαβέσθαι καὶ κατὰ πολλοὺς ἐμπρῆσαι τόπους τὴν πόλιν.
就在这些事情进行期间,城内发生了一起由众多奴隶发起的针对城市的阴谋,他们暗中相约占领各处要塞,并在城中多处放火。
μηνύσεως δὲ γενομένης ὑπὸ τῶν συνειδότων αἱ πύλαι τʼ ὑπὸ τῶν ὑπάτων εὐθὺς ἐκλείοντο, καὶ πάντα τὰ ἐρύματα τῆς πόλεως ὑπὸ τῶν ἱππέων κατείληπτο·
随着知情者的告密,城门立即被执政官们关闭,城市的所有防御要塞也都被骑兵占领。
καὶ αὐτίκα οἱ μὲν ἐκ τῶν οἰκιῶν συλληφθέντες, οἱ δʼ ἐκ τῶν ἀγρῶν ἀναχθέντες, ὅσους ἀπέφαινον οἱ μηνυταὶ μετασχεῖν τῆς συνωμοσίας, μάστιξι καὶ βασάνοις αἰκισθέντες ἀνεσκολοπίσθησαν ἅπαντες.
随即,那些从家中被逮捕或从田间被带走的人中,凡是告密者指出参与了阴谋的,在遭受鞭笞和酷刑折磨后,全部被钉上了十字架。
ταῦτʼ ἐπὶ τούτων ἐπράχθη τῶν ὑπάτων.
这些事情都是在上述执政官任内发生的。

词汇与语法注释

  1. 5.51.1ὅσον ἐφʼ ἑαυτοῖς — 惯用表达,意为“在他们力所能及的范围内”或“就他们而言”。介词 ἐπί 加上与格在此表示归属于主体(此处指罗马人)的能力或责任范围。
  2. 5.51.2τὸ συγγενὲς ἐκείνων τοῖς ἀδικήμασι λελυκότων — 属格独立结构。分词 `λελυκότων`(阳性属格复数)与代词 `ἐκείνων`(指罗马人)一致,其直接宾语是中性单数形容词名词化而来的 `τὸ συγγενὲς`(亲属关系)。`τοῖς ἀδικήμασι`(通过不法行为)是表示手段的与格。
  3. 5.51.3ὅσους ἀπέφαινον οἱ μηνυταὶ μετασχεῖν τῆς συνωμοσίας — 关系从句内的句法。`ὅσους`(凡是……的人)既是动词 `ἀπέφαινον`(指出、宣告)的宾语,也是不定式 `μετασχεῖν`(参与)的逻辑主语(对格),整个关系从句在语义上与主句主语 `ἅπαντες`(所有人)形成同位关系或作为先行词省略的关系从句。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.51.1-5.51.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.51.1-5.51.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。