§5.50.1ἐπὶ δὲ τῆς ἑβδομηκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Νικέας Λοκρὸς ἐξ Ὀποῦντος, ἄρχοντος Ἀθήνησι Σμύρου, παραλαμβάνουσι τὴν ὕπατον ἀρχὴν Πόστομος Κομίνιος καὶ Τῖτος Λάρκιος·
在第七十届奥林匹克运动会期间(当时由奥普斯的洛克里人尼凯阿斯获得短跑冠军),当斯米罗斯在雅典担任执政官时,波斯图穆斯·科米尼乌斯和提图斯·拉尔基乌斯接掌了执政官职。
ἐφʼ ὧν ἀπέστησαν αἱ Λατίνων πόλεις ἀπὸ τῆς Ῥωμαίων φιλίας, Ὀκταουΐου Μαμιλίου τοῦ κηδεύσαντος Ταρκυνίῳ τοὺς ἐπιφανεστάτους ἐξ ἑκάστης πόλεως, τοὺς μὲν ὑποσχέσεσι δώρων, τοὺς δὲ δεήσεσι πείσαντος συμπρᾶξαι τοῖς §5.50.2φυγάσι τὴν κάθοδον.
在他们任期内,拉丁诸城背叛了与罗马人的友好关系,因为娶了塔克文之女的奥克塔维乌斯·马米利乌斯说服了各城市最杰出的显贵——对一些人许以礼物,对另一些人则进行哀求——协助亡命者们重返家园。
καὶ γίνεται κοινὴ τῶν συναγομένων εἰς Φερεντῖνον ἀγορὰ πλὴν μιᾶς τῆς Ῥωμαίων πόλεως· ταύτῃ γὰρ οὐκ ἐπήγγειλαν μόνῃ παρεῖναι, καθάπερ εἰώθεσαν·
除罗马这一座城市外,在费伦蒂努姆举行了聚集者的共同大会;因为他们唯独没有邀请这一座城市出席,而他们以前通常是会邀请的。
ἐν ᾗ ψῆφον ἐνεγκεῖν ἔδει τὰς πόλεις περὶ τοῦ πολέμου καὶ στρατηγοὺς ἀποδεῖξαι καὶ §5.50.3περὶ τῶν ἄλλων βουλεύσασθαι παρασκευῶν.
在这次大会上,各城市应当就战争进行表决,任命将军,并商讨其他准备工作。
ἐτύγχανε δὲ κατὰ τὸν χρόνον τοῦτον ἀπεσταλμένος ὑπὸ Ῥωμαίων πρεσβευτὴς Μάρκος Οὐαλέριος ἀνὴρ ὑπατικὸς εἰς τὰς ὁμόρους πόλεις δεησόμενος αὐτῶν μηδὲν νεωτερίζειν· ἐλῄστευον γὰρ ἐξ αὐτῶν τινες τοὺς ὁμοτέρμονας ἀγροὺς ὑπὸ τῶν δυνατῶν ἀποστελλόμενοι καὶ πολλὰ τοὺς γεωργοὺς τῶν Ῥωμαίων ἔβλπτον·
当时,刚好有罗马人派遣的使节、执政官级人物马尔科斯·瓦莱里乌斯在邻近城市,请求他们不要进行任何叛乱;因为这些城市中有些人在权贵的派遣下,抢劫邻近的田地,给罗马的农民造成了很大损失。
ὃς ἐπειδὴ τὴν κοινὴν σύνοδον ἔγνω τῶν πόλεων γιγνομένην ἐπὶ τῷ διενεγκεῖν ἁπάσας τὴν περὶ τοῦ πολέμου ψῆφον, ἐλθὼν ἐπὶ τὸν σύλλογον καὶ λόγον αἰτησάμενος παρὰ τῶν προέδρων ἔλεξεν, ὅτι πεμφθείη μὲν ὑπὸ τῆς πόλεως πρεσβευτὴς πρὸς τὰς ἀποστελλούσας τὰ λῃστήρια πόλεις δεησόμενος αὐτῶν τοὺς ἐνόχους τοῖς ἀδικήμασιν ἐξευρούσας ἐκδοῦναι σφίσι τιμωρίας ὑφέξοντας κατὰ τὸν νόμον, ὃν ἐν ταῖς συνθήκαις ὥρισαν, ὅτε συνετίθεντο τὴν φιλίαν, καὶ τὸ λοιπὸν ἀξιώσων φυλάττειν, ἵνα μηδὲν ἁμάρτημα γένηται κοινόν, ὃ διαστήσει τήν τε φιλίαν αὐτῶν καὶ τὴν συγγένειαν.
当他得知各城市的共同大会正在召开,以便所有城市都就战争投下选票时,他来到集会,并向议长们请求发言,说道:自己是由罗马城派遣到那些发出掠夺者的城市的使节,请求他们找出对不法行为负有责任的人并交出来,以便根据他们在缔结友好关系时在条约中规定的法律接受惩罚,并且在未来要求他们保持警惕,以免发生任何破坏他们友好与亲属关系的共同过失。
§5.50.4ὁρῶν δʼ ἁπάσας συνεληλυθυίας τὰς πόλεις ἐπὶ τῷ κατὰ Ῥωμαίων πολέμῳ καὶ τοῦτʼ ἐκ πολλῶν μὲν καὶ ἄλλων καταλαμβανόμενος, μάλιστα δʼ ὅτι Ῥωμαίοις μόνοις οὐ παρήγγειλαν ἐπὶ τὴν ἀγορὰν παρεῖναι, γεγραμμένον ἐν ταῖς συνθήκαις ἁπάσας παρεῖναι τὰς πόλεις ταῖς κοιναῖς ἀγοραῖς, ὅσαι τοῦ Λατίνων εἰσὶ γένους, παραγγειλάντων αὐταῖς τῶν προέδρων, θαυμάζειν, τί δήποτε παθόντες ἢ τί κατηγορεῖν ἔχοντες τῆς πόλεως οἱ σύνεδροι μόνην οὐ παρέλαβον ἐκείνην ἐπὶ τὸν σύλλογον, ἣν πρώτην τε πασῶν ἔδει παρεῖναι καὶ πρώτην ἐρωτᾶσθαι γνώμην ἡγεμονίαν ἔχουσαν τοῦ ἔθνους, ἧς ἔτυχε παρʼ αὐτῶν ἑκόντων ἀντὶ πολλῶν καὶ μεγάλων εὐεργεσιῶν.
但是,当他看到所有的城市都为了对罗马的战争而聚集在一起,并从许多其他事情中——尤其是他们唯独没有通知罗马人出席大会,尽管在条约中写明,只要议长通知,所有属于拉丁民族的城市都应当出席共同大会——察觉到这一点时,他表示自己感到惊讶,这些议员们究竟是由于什么遭遇,或者是对罗马有什么指控,竟唯独不让罗马参与集会,而罗马本应是所有人中第一个出席且第一个被征求意见的,因为她拥有这个民族的领导权,这是她以许多重大恩惠换取他们自愿授予的。