Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.42.1-5.42.4

萨宾夜袭的惨败与营地陷落

第 371 段,共 962 段 · 希腊语

内容简介

萨宾人发动夜袭,但早有准备的罗马人在战壕与护栏之间设伏并大败敌军。萨宾方损失惨重,其营地也于同日被攻克。

§5.42.1οὔπω μέσαι νύκτες ἦσαν, καὶ ὁ τῶν Σαβίνων ἡγεμὼν ἀναστήσας τοῦ στρατοῦ τὸ κράτιστον μέρος ἦγεν ἐπὶ τὸν χάρακα σιωπᾶν ἅπασι παραγγείλας καὶ μὴ ποιεῖν ψόφον τῶν ὅπλων, ἵνα μὴ γνοῖεν ἥκοντας αὐτοὺς οἱ πολέμιοι, πρὶν ἐπὶ τῷ ἐρύματι γένωνται.
尚未到半夜,萨宾人的首领便唤醒了军队中最精锐的部分,命令所有人保持肃静,不要让武器发出声响,以免敌人在他们到达防御工事之前发觉他们的来袭,随后将他们带向敌营。
ὡς δὲ πλησίον ἐγένοντο τοῦ χάρακος οἱ πρῶτοι πορευόμενοι καὶ οὔτε φέγγη λαμπτήρων ἑώρων οὔτε φωνὰς φυλάκων κατήκουον, πολλὴν μωρίαν τῶν Ῥωμαίων καταγνόντες ὡς ἀφεικότων ἐρήμους τὰς φυλακὰς καὶ ἐντὸς χάρακος καθευδόντων, ἐνεπίμπλασαν ὕλης τὰς τάφρους κατὰ πολλὰ μέρη καὶ διέβαινον οὐδενὸς σφίσιν ἐμποδὼν γινομένου.
当行军在最前列的人接近营垒时,既没有看到火把的光芒,也没有听到哨兵的声音,于是他们认为罗马人极度愚蠢,竟然放弃了哨所而在营内睡觉,便在许多地方用柴草填满了战壕,在没有任何人阻碍的情况下渡了过去。
§5.42.2παρεκάθηντο δὲ μεταξὺ τῶν τάφρων καὶ τῶν περισταυρωμάτων οἱ Ῥωμαῖοι κατὰ σπείρας ἀφανεῖς διὰ τὸ σκότος, καὶ τοὺς διαβαίνοντας αὐτῶν, ὅτε γένοιντο ἐν χερσίν, ἐφόνευον.
然而,罗马人按中队部署在战壕与护栏之间,因黑暗而隐蔽,并在敌人渡河、一旦进入肉搏距离时,便将他们斩杀。
μέχρι μὲν οὖν τινος ἐλάνθανε τοὺς ὑστέρους προσιόντας ὁ τῶν προηγουμένων ὄλεθρος·
因此在一段时间内,后方跟进的人并未察觉前方人员的覆灭。
ἐπεὶ δὲ φῶς ἐγένετο σελήνης ἀνισχούσης οἱ πλησιάζοντες τῇ τάφρῳ σωρούς θʼ ὁρῶντες οἰκείων νεκρῶν παρʼ αὐτῇ καὶ στίφη πολεμίων καρτερὰ ὁμόσε χωροῦντα, ῥίψαντες τὰ §5.42.3ὅπλα τρέπονται πρὸς φυγήν.
但当月亮升起、光亮显现时,那些接近战壕的人看到战壕旁自己人的尸体堆积如山,又看到敌人的强劲部队正迎面扑来,便扔掉武器转身逃跑。
οἱ δὲ Ῥωμαῖοι μέγα ἀναβοήσαντες· ἦν δὲ τοῦτο σύνθημα τοῖς ἐπὶ τῆς ἑτέρας παρεμβολῆς· ἐκτρέχουσιν ἐπʼ αὐτοὺς ἅπαντες ἀθρόοι.
罗马人大声呼喊——这是给另一个营地的信号——随后全员一齐冲出,向他们发起猛攻。
καὶ ὁ Λουκρήτιος ὡς ἤκουσε τῆς κραυγῆς τοὺς ἱππεῖς προαποστείλας διερευνησομένους, μή τις ἐγκάθηται πολεμίων λόχος, ὀλίγον ὕστερον ἠκολούθει τοὺς ἀκμαιοτάτους τῶν πεζῶν ἐπαγόμενος.
卢克雷蒂乌斯听到喊声后,先派遣骑兵前去侦察是否有敌人的伏兵潜伏,不久后自己便带领步兵中最精壮的人紧随其后。
§5.42.4καὶ κατὰ τὸν αὐτὸν χρόνον οἵ θʼ ἱππεῖς τοῖς ἐκ τῆς Φιδήνης λοχῶσι περιτυχόντες τρέπουσιν εἰς φυγὴν καὶ οἱ πεζοὶ τοὺς ἐπὶ τὴν παρεμβολὴν σφῶν ἀφικομένους κτείνοντες ἐδίωκον οὔτε ὅπλα οὔτε κόσμον σώζοντας.
与此同时,骑兵们遭遇了从菲德奈前来埋伏的敌人,并将其击溃;步兵们也一路追杀那些来到他们营地的敌人,敌人在逃跑时既无法保全武器也无法维持队形。
ἐν ταύταις ταῖς μάχαις Σαβίνων τε καὶ τῶν συμμάχων ἀπέθανον μὲν ἀμφὶ τοὺς μυρίους καὶ τρισχιλίους καὶ πεντακοσίους, αἰχμάλωτοι δʼ ἐλήφθησαν τετρακισχίλιοι καὶ διακόσιοι·
在这些战斗中,萨宾人及其盟友战死者约一万三千五百人,被俘者达四千二百人。
καὶ ὁ μὲν χάραξ αὐθημερὸν ἑάλω.
该营地在同一天内被攻陷。

词汇与语法注释

  1. 941οὔπω μέσαι νύκτες ἦσαν, καὶ ὁ τῶν Σαβίνων ἡγεμὼν... — 句首的 οὔπω... ἦσαν(尚未到半夜)之后接并列连词 καί 的结构,表示类似于拉丁语 'cum inversum'(逆转的 cum)的时间关系,意为“尚未到半夜,就在那时……”,以此表现叙事中的戏剧性展开。
  2. p.v.2p.200πολλὴν μωρίαν τῶν Ῥωμαίων καταγνόντες ὡς ἀφεικότων ἐρήμους τὰς φυλακὰς — 分词 καταγνόντες(源自 καταγιγνώσκω,意为“指责、轻视”)带有人物属格(τῶν Ῥωμαίων)和指控内容的宾格(πολλὴν μωρίαν)。随后的 ὡς 接属格独立分词(ἀφεικότων...)表示主语(萨宾人)主观上的认知或判断理由。
  3. 942μέχρι μὲν οὖν τινος ἐλάνθανε τοὺς ὑστέρους προσιόντας ὁ τῶν προηγουμένων ὄλεθρος — 动词 ἐλάνθανε(源自 λανθάνω)的主语是名词短语 ὁ τῶν προηγουμένων ὄλεθρος(前排者的覆灭),它对于宾格对象 τοὺς ὑστέρους(后方的人)及其修饰分词 προσιόντας(跟进的)来说是“隐藏的(不被察觉的)”。
  4. 942διερευνησομένους, μή τις ἐγκάθηται πολεμίων λόχος — 未来分词 διερευνησομένους 表示目的(“为了侦察”)。其后引导的 μή 从句(使用现在虚拟式 ἐγκάθηται)作为表示担忧或间接疑问的从句,意为“是否有敌人的伏兵潜伏”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.42.1-5.42.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.42.1-5.42.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。