§5.40.1παρὰ δὲ τούτων ἐκδέχονται τῶν ἀνδρῶν τὴν ὕπατον ἀρχὴν Πόπλιος Οὐαλέριος ὁ κληθεὶς Ποπλικόλας τὸ τέταρτον ἄρχειν αἱρεθεὶς καὶ Τῖτος Λουκρήτιος τὸ δεύτερον τῷ Οὐαλερίῳ συνάρχων.
继承这两人执政官权力的是:第四次当选执政的、被称为波普利科拉的普布利乌斯·瓦莱里乌斯,以及第二次与瓦莱里乌斯共同执政的提图斯·卢克雷蒂乌斯。
ἐφʼ ὧν ἅπαντες οἱ Σαβῖνοι κοινὴν ποιησάμενοι τῶν πόλεων ἀγορὰν ἐψηφίσαντο Ῥωμαίοις πολεμεῖν, ὡς λελυμένων σφίσι τῶν σπονδῶν, ἐπειδὴ βασιλεὺς Ταρκύνιος ἐξέπεσε τῆς ἀρχῆς, πρὸς ὃν ἐποιήσαντο τοὺς ὅρκους·
在他们任内,所有萨宾人召开了各城邦的联合大会,决议对罗马人宣战,理由是:由于与他们立下誓约的国王塔克文已经失去政权,他们之间的盟约便已宣告解除。
§5.40.2πεισθέντες ὑπὸ Σέξτου θατέρου τῶν Ταρκυνίου παίδων, ὃς αὐτοὺς ἰδίᾳ θεραπεύων καὶ λιπαρῶν τοὺς δυνατοὺς ἐξ ἑκάστης πόλεως ἐξεπολέμωσε κοινῇ πρὸς πάντας καὶ προσηγάγετο δύο πόλεις, Φιδήνην καὶ Καμερίαν, Ῥωμαίων μὲν ἀποστήσας, ἐκείνοις δὲ συμμαχεῖν πείσας·
他们受到了塔克文的儿子之一塞克斯图斯的说服,塞克斯图斯通过私下里奉承和央求各城邦的有力人士,煽动他们全体共同参战,并拉拢了菲德奈和卡梅里亚这两座城市,使其背叛罗马人,并说服它们与萨宾人结盟。
ἀνθʼ ὧν αὐτὸν αἱροῦνται στρατηγὸν αὐτοκράτορα καὶ δυνάμεις ἐπιτρέπουσιν ἐξ ἁπάσης πόλεως καταγράφειν, ὡς ἐν τῇ προτέρᾳ μάχῃ διʼ ἀσθένειαν δυνάμεως καὶ στρατηγοῦ μωρίαν σφαλέντες.
因此,他们选举他为全权将军,并授权他从每个城市征募军队,因为他们认为在前一场战斗中失利,是由于兵力薄弱和将军愚蠢所致。
§5.40.3οἱ μὲν δὴ περὶ ταῦτʼ ἦσαν· τύχη δέ τις ἐξισῶσαι βουλομένη ταῖς βλάβαις τῶν Ῥωμαίων τὰς ὠφελείας ἀντὶ τῶν καταλιπόντων αὐτοὺς συμμάχων ἑτέραν οὐκ ἠλπισμένην ἐκ τῶν πολεμίων βοήθειαν προσέθηκε τοιάνδε.
正当萨宾人忙于这些事务时,某种企图使罗马人的得失相抵的命运,代替那些背弃他们的盟友,从敌方阵营带来了一份意料之外的援助,其情形如下。
ἀνήρ τις ἐκ τοῦ Σαβίνων ἔθνους πόλιν οἰκῶν Ῥήγιλλον εὐγενὴς καὶ χρήμασι δυνατὸς Τῖτος Κλαύδιος, αὐτομολεῖ πρὸς αὐτοὺς συγγένειάν τε μεγάλην ἐπαγόμενος καὶ φίλους καὶ πελάτας συχνοὺς αὐτοῖς μεταναστάντας ἐφεστίοις, οὐκ ἐλάττους πεντακισχιλίων τοὺς ὅπλα φέρειν δυναμένους.
萨宾族人中有一位居住在雷吉鲁姆城、出身高贵且富有财势的男子,名叫提图斯·克劳狄乌斯。 他投奔了罗马人,并随身带来了庞大的族群以及大批同他一起举家迁徙的朋友和庇护民,其中能够执掌武器的人不下五千。
ἡ δὲ καταλαβοῦσα αὐτὸν ἀνάγκη μετενέγκασθαι τὴν οἴκησιν εἰς Ῥώμην τοιαύτη λέγεται γενέσθαι.
迫使他迁居罗马的必然原因,据说是这样的。
§5.40.4οἱ δυναστεύοντες ἐν ταῖς ἐπιφανεστάταις πόλεσιν ἀλλοτρίως ἔχοντες πρὸς τὸν ἄνδρα τῆς εἰς τὰ κοινὰ φιλοτιμίας, εἰς δίκην αὐτὸν ὑπῆγον αἰτιασάμενοι προδοσίαν, ὅτι τὸν κατὰ Ῥωμαίων πόλεμον ἐκφέρειν οὐκ ἦν πρόθυμος, ἀλλὰ καὶ ἐν τῷ κοινῷ μόνος ἀντέλεγε τοῖς ἀξιοῦσι τὰς σπονδὰς λελύσθαι, καὶ τοὺς ἑαυτοῦ πολίτας οὐκ εἴα κύρια εἶναι τὰ δόξαντα τοῖς ἄλλοις ἡγεῖσθαι.
最显赫诸城邦的统治者们,因他在公共事务上的野心而对他怀有敌意,遂以叛国罪将他起诉,指控他不愿向罗马人发动战争,反而是在联合大会上唯一反对那些要求废除盟约之人的人,并且不允许自己的公民承认其他城邦所做出的决议。
ταύτην ὀρρωδῶν τὴν δίκην· §5.40.5ἔδει γὰρ αὐτὴν ὑπὸ τῶν ἄλλων δικασθῆναι πόλεων· ἀναλαβὼν τὰ χρήματα καὶ τοὺς φίλους τοῖς Ῥωμαίοις προστίθεται ῥοπήν τʼ οὐ μικρὰν εἰς τὰ πράγματα παρέσχε καὶ τοῦ κατορθωθῆναι τόνδε τὸν πόλεμον ἁπάντων ἔδοξεν αἰτιώτατος γενέσθαι·
他由于惧怕这场审判—— 因为这场审判必须由其他城市来进行裁判——他带着财产和朋友投奔了罗马人,为罗马人的事业提供了不小的助力,并被认为是在使这场战争取得成功的过程中起到了最大作用的人。
ἀνθʼ ὧν ἡ βουλὴ καὶ ὁ δῆμος εἴς τε τοὺς πατρικίους αὐτὸν ἐνέγραψε καὶ τῆς πόλεως μοῖραν εἴασεν ὅσην ἐβούλετο λαβεῖν εἰς κατασκευὴν οἰκιῶν χώραν τʼ αὐτῷ προσέθηκεν ἐκ τῆς δημοσίας τὴν μεταξὺ Φιδήνης καὶ Πικετίας, ὡς ἔχοι διανεῖμαι κλήρους ἅπασι τοῖς περὶ αὐτόν, ἀφʼ·
为此,元老院和人民将他列入贵族,并允许他在城内获取他所希望的土地来建造房屋,同时还将菲德奈和皮克提亚之间的公有土地赐予他,以便他能将土地分配给随行他的所有人。
ὧν καὶ φυλή τις ἐγένετο σὺν χρόνῳ Κλαυδία καλουμένη καὶ μέχρις ἐμοῦ διέμεινε τὸ αὐτὸ φυλάττουσα ὄνομα.
久而久之,他们构成了一个被称为克劳狄乌斯的部族,这个部族一直延续到我的时代,保留着同样的名字。