Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.4.1-5.4.3

塔克文使节向元老院请求归国与受审

第 333 段,共 962 段 · 希腊语

内容简介

塔克文的使节向罗马元老院请求允许塔克文安全返回,并在元老院和公民大会上进行申辩,且愿意接受审判。他们提议如果申辩成功,他将根据公民规定的法律进行统治,或作为平等公民留居祖国,并恳求元老院展示宽容与正义。

§5.4.1οὗτοι οἱ ἄνδρες εἰς Ῥώμην ἐλθόντες ἔλεγον ἐπὶ τῆς βουλῆς, Ὅτι Ταρκύνιος ἀξιοῖ λαβὼν ἄδειαν ἐλθεῖν σὺν ὀλίγοις πρῶτον μὲν ἐπὶ τὸ συνέδριον, ὥσπερ ἐστὶ δίκαιον· ἔπειτʼ ἂν λάβῃ παρὰ τῆς βουλῆς τὸ συγχώρημα τότε καὶ ἐπὶ τὴν ἐκκλησίαν ἐλθεῖν λόγον ὑφέξων ὑπὲρ ἁπάντων ὧν ἔπραξεν, ἀφʼ οὗ τὴν ἀρχὴν παρέλαβε, καὶ δικασταῖς χρησόμενος ἐάν τις αὐτοῦ §5.4.2κατηγορήσῃ πᾶσι Ῥωμαίοις.
这些人来到罗马,在元老院面前说道:塔克文请求在获得安全保障的前提下,首先同少数人一起前往元老院会议,正如这是公正合理的一样;然后,如果他得到元老院的许可,那时他也将前往公民大会,为他自接掌政权以来所做的一切进行申辩,并且,如果有人指控他,他将以全体罗马人作为裁判官。
ἀπολογηθεὶς δὲ καὶ πείσας ἅπαντας, ὡς οὐδὲν ἄξιον εἴργασται φυγῆς, ἐὰν μὲν ἀποδῶσιν αὐτῷ τὴν βασιλείαν αὖθις, ἄρξειν ἐφʼ οἷς ἂν ὁρίσωσιν οἱ πολῖται δικαίοις, ἐὰν δὲ μηκέτι βασιλεύεσθαι προαιρῶνται καθάπερ ἔμπροσθεν, ἀλλʼ ἑτέραν τινὰ καταστήσασθαι πολιτείαν, μένων ἐν τῇ πόλει πατρίδι οὔσῃ καὶ τὸν ἴδιον οἶκον ἔχων πολιτεύσεσθαι μετὰ πάντων ἐξ ἴσου, φυγῆς δʼ ἀπηλλάχθαι καὶ πλάνης.
他在进行申辩并使所有人确信他没有做出任何应受流放之事后,如果他们重新将王位归还于他,他将在公民们所规定的法律基础之上进行统治;但如果他们不再愿意像以前那样受君主统治,而是想要确立某种其他的政体,他将留在身为祖国的城市里,拥有自己的家室,与所有人平等地参与政治生活,并摆脱流放与流浪之苦。
§5.4.3ταῦτα διεξελθόντες ἐδέοντο τῆς βουλῆς, μάλιστα μὲν διὰ τὸ δίκαιον, ὃ πᾶσιν ἀνθρώποις καθέστηκε, μηθένα λόγου καὶ κρίσεως ἀποστερεῖν, συγχωρῆσαι τῷ ἀνδρὶ τὴν ἀπολογίαν, ἧς αὐτοὶ γενήσονται δικασταί· εἰ δʼ ἐκείνῳ ταύτην οὐ βούλονται δοῦναι τὴν χάριν, τῆς δεομένης ὑπὲρ αὐτοῦ πόλεως ἕνεκα μετριάσαι, δωρεὰν αὐτῇ διδόντας, ἐξ ἧς οὐδὲν αὐτοὶ βλαπτόμενοι μεγάλην δόξουσι τιμὴν κατατίθεσθαι τῇ λαμβανούσῃ, ἀνθρώπους δʼ ὄντας μηδὲν ὑπὲρ τὴν φύσιν τὴν ἀνθρωπίνην φρονεῖν μηδʼ ἀθανάτους ἔχειν τὰς ὀργὰς ἐν θνητοῖς σώμασιν, ἀλλὰ καὶ παρὰ γνώμην τί πράττειν ἐπιεικὲς ὑπομεῖναι τῶν δεομένων χάριν, ἐνθυμηθέντας, ὅτι φρονίμων μὲν ἀνθρώπων ἔργον ἐστὶ ταῖς φιλίαις χαρίζεσθαι τὰς ἔχθρας, ἀνοήτων δὲ καὶ βαρβάρων τοῖς ἐχθροῖς συναναιρεῖν τοὺς φίλους.
他们详述了这些事情后,便恳求元老院:首先,为了在全人类中确立的正义——即不剥夺任何人的申辩和受审权利,允许此人进行申辩,而元老院成员自己将成为该申辩的裁判官;但如果他们不愿给予他这一恩惠,那么看在为他恳求的城市的份上,应采取温和态度,赐予该城市一份恩惠,通过这笔恩惠,他们自己并不会受到任何损害,却会被认为向接受该恩惠的城市致以了极大的敬意;同时,要记住自己也是凡人,不要有任何超出人类本性的傲慢,也不要在凡俗的躯壳中怀有不灭的愤怒,反而应当为了恳求者,即使违背自己的心愿,也应勉力做出一些宽容之举,心想:贤明之人的职责在于为了友谊而放弃仇恨,而愚蠢与野蛮之人的特征则是将朋友与敌人一同毁灭。

词汇与语法注释

  1. ¦p.v.2p.143¦δικασταῖς χρησόμενος ἐάν τις αὐτοῦ ¦p.v.2p.143¦ κατηγορήσῃ πᾶσι Ῥωμαίοις — 与格 `πᾶσι Ῥωμαίοις` 是将来时分词 `χρησόμενος`(源自 `χράομαι`)的宾语,两者之间被条件从句 `ἐάν τις αὐτοῦ κατηγορήσῃ` 所隔开。`δικασταῖς` 作为宾语补足语(“将全体罗马人作为裁判官来使用”)。
  2. ¦851¦ἄρξειν ... πολιτεύσεσθαι ... ἀπηλλάχθαι — 这些不定词均依赖于 §5.4.1 中的主动词 `ἀξιοῖ`(请求)。在分词短语 `ἀπολογηθεὶς δὲ καὶ πείσας ἅπαντας`(在完成申辩并说服众人之后)的前提下,`ἄρξειν` 是 `ἐὰν μὲν...`(如果归还王位)的结句,而 `πολιτεύσεσθαι` 和 `ἀπηλλάχθαι` 则是 `ἐὰν δὲ...`(如果希望建立其他政体)的结句。
  3. §5.4.3διδόντας ... ὄντας ... ἐνθυμηθέντας — 这些分词采用了阳性复数宾格形式。虽然主句使用的是属格(`ἐδέοντο τῆς βουλῆς`),但由于元老院议员们被设想为后续不定词 `μετριάσαι` 和 `φρονεῖν` 等的逻辑主语(宾格),因而产生了一致关系(按意义一致)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.4.1-5.4.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.4.1-5.4.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。