§5.3.1Ταρκύνιος ἐπειδὴ τῆς βασιλείας ἐξέπεσε, χρόνον μέν τινα οὐ πολὺν ἐν πόλει Γαβίοις διέτριβε τούς τε συνιόντας πρὸς αὐτὸν ἐκ τῆς πόλεως ὑποδεχόμενος, οἷς ἦν τυραννὶς ἀσπαστότερον χρῆμα ἐλευθερίας, καὶ ταῖς Λατίνων ἐλπίσιν ἐπέχων ὡς διʼ ἐκείνων καταχθησόμενος ἐπὶ τὴν ἀρχήν.
塔克文在失去王位之后,在加比城逗留了不长的一段时间,接纳了那些从城里来投奔他的人(对这些人来说,僭主统治是比自由更受欢迎的东西),并且寄希望于拉丁人,认为自己将通过他们重新获得政权。
ὡς δʼ οὐ προσεῖχον αὐτῷ τὸν νοῦν αἱ πόλεις οὐδʼ ἐβούλοντο πόλεμον ὑπὲρ αὐτοῦ εἰς τὴν Ῥωμαίων πόλιν ἐκφέρειν, ἀπογνοὺς τὰς παρὰ τούτων ἐπικουρίας, εἰς Τυρρηνικὴν καταφεύγει πόλιν Ταρκυνίους, ἐξ ἧς τὸ πρὸς μητρὸς αὐτῷ γένος ἦν.
然而,由于那些城市不予理会,也不愿为了他而向罗马城发起战争,他放弃了得到他们援助的希望,逃往伊特鲁里亚的塔尔奎尼亚城,那里是他母亲一方家族的祖籍所在地。
§5.3.2πείσας δὲ τὰ τέλη τῶν Ταρκυνιητῶν δωρεαῖς καὶ διʼ ἐκείνων ἐπὶ τὴν ἐκκλησίαν παραχθεὶς τήν τε συγγένειαν ἀνενεώσατο τὴν ὑπάρχουσαν αὐτῷ πρὸς τὴν πόλιν καὶ τὰς εὐεργεσίας διεξῆλθεν, ἃς ὁ πάππος αὐτοῦ πάσαις ἐχαρίσατο ταῖς ἐν Τυρρηνίᾳ πόλεσι, καὶ τὰς συνθήκας ὑπεμίμνησκεν, ἃς ἦσαν πεποιημένοι πρὸς αὐτόν· ἐπὶ δὲ τούτοις ἅπασι τῆς κατειληφυίας αὐτὸν ὠδύρετο τύχας, ὡς ἐκ μεγάλης ἐκπεσὼν εὐδαιμονίας ἐν ἡμέρᾳ μιᾷ πλάνης καὶ τῶν ἀναγκαίων ἐνδεὴς σὺν υἱοῖς τρισὶν ἐπὶ τοὺς ἐφʼ ἑαυτῷ ποτε γενομένους ἠναγκάσθη καταφυγεῖν.
在他用礼物说服了塔尔奎尼亚人的首脑之后,并由他们带到公民大会上,重提了他与该城之间存在的血缘关系,详述了他的祖父对伊特鲁里亚所有城市所赐予的恩泽,并提醒他们曾与他缔结的盟约;在这一切之外,他还哀叹那降临在他身上的命运,说自己如何在一天之内从极大的幸福中坠落,流离失所,衣食无着,不得不和三个儿子一起,逃往曾经由他统治的人们那里寻求庇护。
§5.3.3διεξελθὼν δʼ ὧδε ταῦτα μετὰ πολλῶν οἴκτων τε καὶ δακρύων ἔπεισε τὸν δῆμον πρέσβεις ἀποστεῖλαι πρῶτον εἰς Ῥώμην συμβατηρίους φέροντας ὑπὲρ αὐτοῦ λόγους, ὡς δὴ συμπραττόντων αὐτῷ τῶν δυνατῶν ἐκεῖθεν καὶ συλληψομένων τῆς καθόδου.
他伴随着许多悲叹和泪水如此诉说完了这些事情,说服了人民首先向罗马派遣使节,为他带去和解的言辞,以此作为借口,称那里的权贵们正与他通力合作,并将协助他重返王位。
ἀποδειχθέντων δὲ πρεσβευτῶν, οὓς αὐτὸς προείλετο, διδάξας τοὺς ἄνδρας ἃ χρὴ λέγειν τε καὶ πράττειν, καὶ παρὰ τῶν σὺν αὐτῷ φυγάδων γράμματα δοὺς δεήσεις ἔχοντα πρὸς τοὺς οἰκείους αὐτῶν καὶ φίλους, ἀπέστειλε φέροντάς τι καὶ χρυσίον.
在他亲自选出的使节被任命后,他指示了那些人应当说什么和做什么,并交托了与他一同流亡者写给其亲友、含有恳求内容的书信,还让他们带上一些黄金,将他们派了出去。