§5.5.1τοιαῦτα λεξάντων αὐτῶν ἀναστὰς ὁ Βροῦτος ἔφη Περὶ μὲν εἰσόδου Ταρκυνίων εἰς τήνδε πόλιν παύσασθε, ἄνδρες Τυρρηνοί, τὰ πλείω λέγοντες.
他们说完这些话后,布鲁图斯站起身来说道:“至于塔克文家族回到这座城市的事,第勒尼安人啊,请停止多言。
ἐπῆκται γὰρ ἤδη ψῆφος ἀίδιον κατʼ αὐτῶν ὁρίζουσα φυγήν, καὶ θεοὺς ὀμωμόκαμεν ἅπαντες μήτʼ αὐτοὶ κατάξειν τοὺς τυράννους μηδὲ τοῖς κατάγουσιν ἐπιτρέψειν·
因为一项确定他们流亡的永久决议已经通过,并且我们所有人均已向神明起誓,既不亲自迎回僭主,也不允许那些迎回他们的人得逞。
εἰ δέ τινος ἄλλου δεῖσθε τῶν μετρίων, ἃ μὴ νόμοις μηδʼ ὅρκοις κεκωλύμεθα δρᾶν, λέγετε.
但如果你们有其他合理的请求,且是我们未被法律或誓言禁止去做的,就请说吧。
μετὰ τοῦτο παρελθόντες οἱ πρέσβεις λέγουσι· §5.5.2παρὰ δόξαν μὲν ἡμῖν ἀπήντηται τὰ πρῶτα· πρεσβευσάμενοι γὰρ ὑπὲρ ἀνδρὸς ἱκέτου λόγον ὑμῖν ὑποσχεῖν ἀξιοῦντος καὶ τὸ κοινὸν ἁπάντων δίκαιον εἰς ἰδίαν αἰτούμενοι χάριν οὐ δεδυνήμεθα τούτου τυχεῖν·
”在此之后,使节们走上前来,说道: “我们的首要请求遭到了出乎意料的拒绝;因为我们作为使者,为一个请求向你们进行申辩的恳求者前来,并将这全人类共同的权利作为私人的恩惠来请求,却没能获得。
ἐπεὶ δʼ οὕτως ὑμῖν δοκεῖ, περὶ μὲν εἰσόδου Ταρκυνίων οὐδὲν ἔτι λιπαροῦμεν, προκαλούμεθα δʼ ὑμᾶς εἰς ἕτερόν τι δίκαιον, ὑπὲρ οὗ τὰς ἐντολὰς ἡμῖν ἔδωκεν ἡ πατρίς, καὶ οὔτε νόμος ὁ κωλύσων αὐτὸ ποιεῖν ὑμᾶς ἐστιν οὔθʼ ὅρκος, ἀποδοῦναι τῷ βασιλεῖ τὴν οὐσίαν, ἣν ὁ πάππος αὐτοῦ πρότερον ἐκέκτητο οὐθὲν τῶν ὑμετέρων οὔτε βίᾳ κατασχὼν οὔτε λάθρα, παρὰ δὲ τοῦ πατρὸς διαδεξάμενος καὶ πρὸς ὑμᾶς μετενέγκας.
但既然你们做此决定,关于塔克文家族的回归,我们便不再恳求,而是向你们提出另一项正当的要求,关于此事,我们的祖国赋予了我们委任,而且既无律法也无誓言阻碍你们这样做,那就是:将财产归还给国王,这是他祖父此前所拥有的,既非通过武力也非通过阴谋夺取你们的任何东西,而是从父亲那里继承并带到你们这里的。
ἀπόχρη γὰρ αὐτῷ τὰ ἑαυτοῦ κομισαμένῳ ζῆν ἑτέρωθί που μακαρίως μηθὲν ἐνοχλοῦντι ὑμῖν.
因为对他来说,收回属于自己的东西,在别处幸福地生活,不给你们添任何麻烦,这就足够了。
§5.5.3τοιαῦτα μὲν οἱ πρέσβεις διαλεχθέντες ἐξῆλθον·
” 使节们如此交涉后便退了出去。
τῶν δʼ ὑπάτων Βροῦτος μὲν κατέχειν τὰ χρήματα συνεβούλευσε τιμωρίας τε χάριν ἀνθʼ ὧν οἱ τύραννοι τὸ κοινὸν ἠδίκησαν πολλῶν ὄντων καὶ μεγάλων, καὶ τοῦ συμφέροντος ἕνεκεν, ἵνα μὴ γένοιτʼ αὐτοῖς ἀφορμὴ πρὸς τὸν πόλεμον, διδάσκων ὡς οὐκ ἀγαπήσουσι Ταρκύνιοι τὰς οὐσίας ἀπολαβόντες οὐδʼ ὑπομενοῦσιν ἰδιώτην βίον ζῆν, ἀλλὰ πόλεμον ἐπάξουσι Ῥωμαίοις ἀλλοεθνῆ καὶ πειράσονται βίᾳ κατελθεῖν ἐπὶ τὴν ἀρχήν.
在执政官中,布鲁图斯建议扣留这些财产,一方面是为了惩罚僭主们对公众所犯下的众多而巨大的罪行,另一方面则是为了利益,以免这些财产成为他们发动战争的资本,他指出,塔克文家族在收回财产后不会满足,也不会甘心过私人的生活,反而会联合异族对罗马人发动战争,企图以武力重夺政权。
§5.5.4Κολλατῖνος δὲ τἀναντία παρῄνει λέγων, ὡς οὐδὲν τὰ χρήματα τῶν τυράννων ἠδίκει τὴν πόλιν, ἀλλὰ τὰ σώματα, φυλάττεσθαί τʼ αὐτοὺς ἀξιῶν ἀμφότερα, μὴ δόξης τε πονηρᾶς παρὰ πάντων τύχωσιν ὡς διὰ τὸν πλοῦτον ἐξεληλακότες ἐκ τῆς ἀρχῆς Ταρκυνίους, καὶ πρόφασιν πολέμου δικαίαν παράσχωσιν αὐτοῖς ὡς ἀποστερουμένοις τῶν ἰδίων·
然而,科拉汀却提出了相反的劝告,他说道,僭主们的财产并未对城市犯下罪行,犯下罪行的是他们的人身,并主张他们应当对两件事都加以戒备:一是为了不让所有人产生恶劣的坏名声,认为他们是为了财富才将塔克文家族驱逐出政权;二是不给他们因被剥夺私产而发动战争的公正借口。
ἄδηλον μὲν εἶναι φάσκων, εἰ κομισάμενοι τὰ χρήματα πολεμεῖν ἐπιχειρήσουσιν ἔτι πρὸς αὐτοὺς περὶ τῆς καθόδου, πρόδηλον δὲ θάτερον ὡς οὐκ ἀξιώσουσιν εἰρήνην ἄγειν τὰς οὐσίας ἀφαιρεθέντες.
他表示,虽然无法确知他们在收回财产后是否还会为了复辟而企图对他们发动战争,但另一件事却是显而易见的,即如果他们被剥夺了财产,决不会愿意保持和平。