§5.37.1ἐνιαυτῷ δὲ πέμπτῳ μετὰ τὴν ἐκβολὴν τοῦ βασιλέως, ὀλυμπιὰς μὲν ἦν ἐνάτη καὶ ἑξηκοστή, ἣν ἐνίκα στάδιον Ἰσχόμαχος Κροτωνιάτης τὸ δεύτερον, ἄρχων δʼ Ἀθήνησιν Ἀκεστορίδης, ὕπατοι δὲ Ῥωμαίων Μάρκος Οὐαλέριος ἀδελφὸς Οὐαλερίου Ποπλικόλα καὶ §5.37.2Πόπλιος Ποστόμιος Τούβερτος ἐπικαλούμενος.
在国王被驱逐后的第五年,是第六九届奥林匹亚运动会,克罗托那的伊斯霍马科斯第二次在短跑比赛中获胜,阿切斯托里德斯在雅典担任执政官,而罗马人的执政官则是瓦莱里乌斯·普布利科拉的兄弟马尔库斯·瓦莱里乌斯以及绰号为图贝尔图斯的普布利乌斯·波斯图米乌斯。
ἐπὶ τούτων ἕτερος ἐξεδέξατο Ῥωμαίους πόλεμος ἐκ τῶν ἔγγιστα οἰκούντων, ὃς ἤρξατο μὲν ἀπὸ λῃστηρίων, προὔβη δʼ εἰς πολλοὺς καὶ μεγάλους ἀγῶνας, ἐχώρησε μέντοι τελευτῶν εἰς διαλλαγὰς εὐπρεπεῖς ἐπὶ τῆς τετάρτης μετὰ τούσδε τοὺς ἄνδρας ὑπατείας πάντα τὸν μεταξὺ χρόνον πολεμηθείς.
在他们任期内,由居住在最近处的人们引起的另一场战争降临到罗马人身上;这场战争起初是由于掠夺行为,后来发展为许多重大的冲突,但在这些人之后的第四次执政官任期内,经过在中间所有时间的交战,最终达成了体面的和解。
Σαβίνων γάρ τινες καταγνόντες ἀσθένειαν τῆς πόλεως ἐκ τοῦ Τυρρηνικοῦ πταίσματος, ὡς οὐκέτι τὴν ἀρχαίαν ἀξίωσιν ἀναληψομένης, ἐπετίθεντο τοῖς εἰς τὴν χώραν κατιοῦσιν ἐκ τῶν ἐρυμάτων λῃστήρια καταστησάμενοι, καὶ πολλὰ τοὺς γεωργοὺς §5.37.3ἔβλαπτον.
因为一些萨宾人因第勒尼安人的重创而轻视该城的虚弱,认为它将不再恢复昔日的威信,于是从他们的要塞组织起掠夺队,袭击下到乡间的人,给农民造成了许多损失。
ὑπὲρ ὧν ἀποστείλαντες οἱ Ῥωμαῖοι πρεσβείαν πρὶν ἐπὶ τὰ ὅπλα χωρῆσαι δίκας ᾔτουν καὶ τὸ λοιπὸν ἠξίουν μηδὲν εἰς τοὺς ἐργαζομένους τὴν γῆν παρανομεῖν.
对此,罗马人在诉诸武力之前派遣了使节,要求赔偿,并要求他们今后不得对耕种土地的人犯下任何不法行为。
αὐθάδεις δὲ λαβόντες ἀποκρίσεις προεῖπον αὐτοῖς τὸν πόλεμον.
但他们得到了傲慢的答复,于是向他们宣战。
καὶ γίνεται ἡ μὲν πρώτη ἔξοδος ἑνὸς τῶν ὑπάτων Οὐαλερίου σὺν ἱππεῦσι καὶ ψιλῶν τοῖς ἀκμαιοτάτοις αἰφνίδιος ἐπὶ τοὺς λῃιζομένους τὴν χώραν καὶ φόνος τῶν καταληφθέντων ἐν ταῖς προνομαῖς συχνῶν ὄντων πολύς, οἷα εἰκὸς ἀνθρώπων ἀσυντάκτων τε καὶ οὐ προῃσθημένων τὴν ἔφοδον.
执政官之一瓦莱里乌斯率领骑兵和最精锐的轻装兵,对正在掠夺国土的敌人发动了首次突然出击,在他们劫掠时捕获的人中进行了大量杀戮,被捕者人数众多——这对于那些无秩序的且未预料到袭击的人来说是理所当然的。
§5.37.4ἔπειτα τῶν Σαβίνων πολλὴν ἀποστειλάντων ἐπʼ αὐτοὺς στρατιὰν ὑφʼ ἡγεμόνι τεταγμένην ἐμπείρῳ πολέμου Ῥωμαίων ἑτέρα γίνεται ἐπʼ αὐτοὺς ἔξοδος ἁπάσαις ταῖς δυνάμεσιν ἀγόντων ἀμφοτέρων τῶν ὑπάτων.
随后,由于萨宾人派遣了一支由富有战争经验的将领率领的大军前来对抗他们,罗马人也由两位执政官率领全部兵力对他们进行了第二次出击。
Ποστόμιος μὲν οὖν πλησίον τῆς Ῥώμης ἐν ὀρεινοῖς τόποις κατεστρατοπέδευσε δεδιώς, μή τις ἔφοδος ἐκ τῶν φυγάδων ἐπʼ αὐτὴν γένηται αἰφνίδιος· Οὐαλέριος δʼ ἐγγὺς τῶν πολεμίων παρὰ ποταμὸν Ἀνίητα, ὃς ἐκ πόλεως μὲν Τιβύρων καθʼ ὑψηλοῦ πολὺς ἐκχεῖται σκοπέλου, φέρεται δὲ διὰ τῆς Σαβίνων τε καὶ Ῥωμαίων πεδιάδος ὁρίζων τὴν ἑκατέρων χώραν·
波斯图米乌斯因担心流亡者会突然袭击罗马城,便在靠近罗马的山区扎营;而瓦莱里乌斯则在阿尼奥河畔靠近敌人的地方扎营。 阿尼奥河从蒂布尔城的悬崖高处奔流而下,流量巨大,流经萨宾人和罗马人的平原,分界两国的领土,最后汇入台伯河。
συνάπτει δὲ τὸ ῥεῦμα τῷ Τεβέρει ποταμῷ καλὸς μὲν ὀφθῆναι, γλυκὺς δὲ πίνεσθαι.
它看起来美丽,喝起来甘甜。