Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.39.1-5.39.4

击溃萨宾人与执政官的凯旋式

第 368 段,共 962 段 · 希腊语

内容简介

另一位执政官派步兵和拉尔基乌斯率领的骑兵去营救陷入苦战的左翼,击败萨宾人并占领其营地。罗马人从埃特鲁里亚战败的阴影中恢复,决定为执政官举行凯旋式,并特准为瓦莱里乌斯建造一座享有独特特权的住宅。

§5.39.1ἀγῶνος δὲ καρτεροῦ γενομένου καὶ τοῦ δεξιοῦ τῶν Ῥωμαίων κέρατος, ἔνθα ἦν ὁ ὕπατος, ἐπιβαίνοντος τοῖς ἐναντίοις καὶ προσωτέρω χωροῦντος, τοῦ δʼ εὐωνύμου κάμνοντος ἤδη καὶ πρὸς τῶν πολεμίων ἐπὶ τὸν ποταμὸν ἐξωθουμένου, μαθὼν τὸ γινόμενον ὁ τὴν ἑτέραν τῶν Ῥωμαίων παρεμβολὴν κατέχων ὕπατος ἐξῆγε τὴν στρατιάν.
在展开了激烈的战斗后,罗马军队的右翼(执政官所在之处)压制着对手并进一步前进,而左翼已经精疲力竭,并被敌人逼退到河边。 得知这一情况后,驻守罗马另一个营地的执政官率军出击。
§5.39.2αὐτὸς μὲν οὖν τὴν φάλαγγα τῶν πεζῶν ἐπαγόμενος βάδην ἠκολούθει· τῶν δὲ πρεσβυτέρων Σπόριον Λάρκιον τὸν ὑπατεύσαντα τῷ παρελθόντι ἐνιαυτῷ τοὺς ἱππεῖς ἄγοντα πέμπει κατὰ σπουδήν·
他自己率领步兵方阵步行跟随其后;在年长臣子中,他急忙派遣了在上一年担任执政官的斯普里乌斯·拉尔基乌斯率领骑兵。
ὃς ἀπὸ ῥυτῆρος τοὺς ἵππους ἐλαύνων τόν τε ποταμὸν διαπεραιοῦται κωλύοντος οὐδενὸς εὐπετῶς καὶ κατὰ τὸ δεξιὸν τῶν πολεμίων κέρας παριππεύσας, ἐνσείει πλαγίοις τοῖς ἱππεῦσι τῶν Σαβίνων·
拉尔基乌斯策马疾驰,在无人阻拦的情况下轻松渡过河流,并绕过敌人的右翼,从侧翼突击萨宾人的骑兵。
καὶ γίνεται μέγας αὐτόθι τῶν ἱππέων ἀμφοτέρων συστάδην μαχομένων ἐπὶ χρόνον πολὺν ἀγών.
在此地,双方骑兵展开了长时期的激烈近身战。
§5.39.3ἐν δὲ τούτῳ καὶ ὁ Ποστόμιος τοὺς πεζοὺς ἄγων πλησίον αὐτῶν ἐγίνετο· καὶ συρράξας τοῖς πεζοῖς ἀποκτείνει τε πολλοὺς μαχομένους καὶ τοὺς λοιποὺς ἐξωθεῖ τῆς τάξεως.
与此同时,波斯图米乌斯率领步兵也来到了他们附近;他与敌方步兵交锋,斩杀了许多正在战斗的敌人,并将其余的人赶出了阵列。
εἰ δὲ μὴ νὺξ ἐπέλαβεν, ἅπαντες ἂν οἱ Σαβῖνοι κυκλωθέντες ὑπὸ τῶν Ῥωμαίων ἱπποκρατούντων ἤδη πανσυδὶ διεφθάρησαν.
如果夜幕没有降临,所有萨宾人都会被已经在骑兵战中占优势的罗马人包围,从而全军覆没。
νῦν δὲ τὸ σκότος τοὺς διαφυγόντας ἐκ τῆς μάχης ὄντας ἀνόπλους καὶ οὐ πολλοὺς ἐρρύσατο καὶ διέσωσεν ἐπὶ τὰ οἰκεῖα.
然而在现实中,黑暗救了那些从战斗中逃脱、失去武器且人数不多的人,使他们安全返回家园。
τῆς δὲ παρεμβολῆς αὐτῶν οἱ ὕπατοι χωρὶς ἀγῶνος ἐκράτησαν ἐκλειφθείσης ὑπὸ τῶν ἔνδον ἅμα τῷ θεάσασθαι τὴν τροπὴν τῶν σφετέρων·
执政官们未遇抵抗就占领了他们的营地,因为营地内的守军一看到己方溃败便立即弃营而逃。
ἐξ ἧς πολλὰς ὠφελείας λαβόντες, ἃς τοῖς στρατιώταις ἄγειν τε καὶ φέρειν ἐπέτρεψαν, §5.39.4ἀπῆγον ἐπʼ οἴκου τὰς δυνάμεις.
执政官们从中获得了丰厚的战利品,并允许士兵们进行劫掠,随后率军班师回朝。
τότε πρῶτον ἡ πόλις ἀναλαβοῦσα ἑαυτὴν ἐκ τοῦ Τυρρηνικοῦ πταίσματος εἰς τὸ ἐξ ἀρχῆς ἀποκατέστη φρόνημα, καὶ τῆς ἡγεμονίας τῶν περιοίκων ὡς πρότερον ἐθάρρησεν ἀντιποιεῖσθαι, καὶ ψηφίζεται κοινῇ μὲν ἀμφοτέροις τοῖς ὑπάτοις θριάμβου καταγωγήν, ἰδίᾳ δὲ θατέρῳ τῶν ἀνδρῶν Οὐαλερίῳ δωρεὰν τόπον εἰς οἴκησιν ἐν τῷ κρατίστῳ τοῦ Παλλαντίου δοθῆναι, καὶ τὰς εἰς τὴν κατασκευὴν δαπάνας ἐκ τοῦ δημοσίου χορηγεῖσθαι.
这时,罗马城才首次从埃特鲁里亚的惨败中恢复过来,重新振作起最初的锐气,并像以前一样,敢于宣示对周边邻国的统治权。 城邦共同为两位执政官决定举行凯旋式,并单独授予两位中的一人——瓦莱里乌斯一处在帕拉蒂尼山上风水极佳的土地作为住宅赠礼,且建造费用由国库资助。
ταύτης τῆς οἰκίας, παρʼ ἣν ὁ χαλκοῦς ἕστηκε ταῦρος, αἱ κλισιάδες θύραι μόναι τῶν ἐν τῇ Ῥώμῃ δημοσίων τε καὶ ἰδιωτικῶν οἴκων εἰς τὸ ἔξω μέρος ἀνοίγονται.
在这栋房子旁立有一尊青铜雄牛像,其双开门是罗马所有公私住宅中唯一向外开启的。

词汇与语法注释

  1. 5.39.2ἀπὸ ῥυτῆρος — 意为“松开缰绳”或“全速奔驰”的成语。原指放松对马匹的控制使其疾驰,引申为形容极其迅速的进军或突击。
  2. 5.39.3εἰ δὲ μὴ νὺξ ἐπέλαβεν, ἅπαντες ἂν ... διεφθάρησαν — 过去非真实条件句(εἰ + 直陈式不定过去时 ... ἄν + 直陈式不定过去时)。它反过来强调了现实中因为夜幕降临而免于全军覆没的事实。紧接着的 νῦν δέ(然而在现实中)构成了解释现实的典型对比结构。
  3. 5.39.3ἄγειν τε καὶ φέρειν — 对应于拉丁语 ferre et agere 的希腊语成语。源自“带走(ἄγειν)”活动战利品(如奴隶、家畜)和“运走(φέρειν)”固定战利品(如财物),合起来表示在战场或敌方领土上进行广泛的“掠夺”。
  4. 5.39.4ψηφίζεται ... δοθῆναι, καὶ ... χορηγεῖσθαι — 动词 ψηφίζεται(议决)在前半部分直接接宾格目的语(καταγωγήν),而在后半部分则支配宾格加不定式结构(τόπον... δοθῆναι 和 δαπάνας... χορηγεῖσθαι)。需要注意在同一个主动词下并列了不同的句法结构。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.39.1-5.39.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.39.1-5.39.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。