§5.35.1ἡ δὲ τῶν Ῥωμαίων βουλὴ μετὰ τὴν ἀπαλλαγὴν τῶν Τυρρηνῶν συνελθοῦσα ἐψηφίσατο Πορσίνᾳ μὲν πέμψαι θρόνον ἐλεφάντινον καὶ σκῆπτρον καὶ στέφανον χρυσοῦν καὶ θριαμβικὴν ἐσθῆτα, ᾗ οἱ βασιλεῖς ἐκοσμοῦντο· Μουκίῳ δὲ τῷ προελομένῳ περὶ τῆς πατρίδος ἀποθανεῖν αἰτιωτάτῳ δόξαντι γεγονέναι τῆς καταλύσεως τοῦ πολέμου χώραν ἐκ τῆς δημοσίας δοθῆναι πέραν τοῦ Τεβέριος ποταμοῦ, τὸν αὐτὸν τρόπον, ὅνπερ Ὁρατίῳ τῷ πρὸ τῆς γεφύρας ἀγωνισαμένῳ πρότερον, ὅσην ἂν ἀρότρῳ περιλαβεῖν ἐν ἡμέρᾳ μιᾷ δύνηται.
罗马元老院在第勒尼安人撤离后集会,投票决定送给波希纳一个象牙宝座、一根权杖、一顶金冠和一件凯旋礼服(这曾是国王们装饰自己的服饰);而对于选择为祖国献出生命、并被视为结束战争的最大功臣的穆基乌斯,则决定从泰伯河对岸的公有土地中拨给一块土地,其方式与此前赐予在桥前战斗的霍拉提乌斯相同,即他用一头犁在一天内所能围起的土地。
οὗτος ὁ χῶρος ἕως τῶν καθʼ ἡμᾶς χρόνων, §5.35.2Μούκιοι λειμῶνες καλοῦνται.
这片土地直到我们的时代仍被称为“穆基乌斯草地”。
ταῦτα μὲν τοῖς ἀνδράσι· Κλοιλίᾳ δὲ τῇ παρθένῳ στάσιν εἰκόνος χαλκῆς ἔδοσαν, ἣν ἀνέθεσαν ἐπὶ τῆς ἱερᾶς ὁδοῦ τῆς εἰς τὴν ἀγορὰν φερούσης οἱ τῶν παρθένων πατέρες.
这些是给男人们的奖励;而对于少女克罗埃利亚,他们则批准为她竖立一座青铜像,由少女们的父亲们将其安置在通往广场的圣道上。
ταύτην ἡμεῖς μὲν οὐκέτι κειμένην εὕρομεν, ἐλέγετο δʼ ἐμπρήσεως περὶ §5.35.3τὰς πλησίον οἰκίας γενομένης ἠφανίσθαι.
我们没能再看到这座铜像矗立,但据说在邻近房屋发生火灾时,它便消失了。
κατὰ τοῦτον τὸν ἐνιαυτὸν ὁ νεὼς τοῦ Καπιτωλίου Διὸς εἰς συντέλειαν ἐξειργάσθη, περὶ οὗ τὰ κατὰ μέρος ἐν τῷ πρὸ τούτου δεδήλωκα λόγῳ.
在这一年里,卡皮托利乌斯的朱庇特神殿宣告竣工,关于此事,我在前一卷中已详细说明。
τὴν δʼ ἀνιέρωσιν αὐτοῦ καὶ τὴν ἐπιγραφὴν ἔλαβε Μάρκος Ὁράτιος ὁ ἕτερος τῶν ὑπάτων φθάσας τὴν παρουσίαν τοῦ συνάρχοντος.
该神殿的奉献以及铭文的署名由另一位执政官马尔库斯·霍拉提乌斯获得,因为他赶在同僚抵达之前完成了此事。
ἐτύγχανε δὲ κατὰ τὸν καιρὸν τοῦτον Οὐαλέριος προεξεληλυθὼς μετὰ δυνάμεως ἐπὶ τὴν βοήθειαν τῆς χώρας.
当时瓦勒里乌斯恰好已经率领军队出发去救援乡村地区。
ἄρτι γὰρ τῶν ἀνθρώπων καταλιπόντων τὰ ἐρύματα καὶ συνιόντων εἰς τοὺς ἀγροὺς λῃστήρια πέμπων Μαμίλιος μεγάλα τοὺς γεωργοὺς ἔβλαπτεν.
因为人们刚刚离开据点,聚集到田野里,马米利乌斯便派出掠夺队,给农夫们造成了巨大的损失。
ταῦτʼ ἐπὶ τῆς τρίτης ὑπατείας ἐπράχθη.
这些事情都是在第三任执政官任期内发生的。