Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.33.1-5.33.4

克莱莉娅等人的逃脱与塔克文伏击的失败

第 362 段,共 962 段 · 希腊语

内容简介

在克莱莉娅带领下,少女们逃回罗马,这激怒了塔克文,促使其企图设伏袭击罗马使节,但该阴谋因神明的庇佑和执政官的捷足先登而破产。

§5.33.1ἔτι δὲ τῆς δικαιολογίας γινομένης ἧκέ τις ἀπαγγέλλων τὴν φυγὴν τῶν ὁμηρευουσῶν παρθένων.
辩护还在进行时,有人前来报告人质少女们逃跑的消息。
δεηθεῖσαι γὰρ τῶν φυλαττόντων, ἵνα συγχωρήσωσιν αὐταῖς λούσασθαι παραγενομέναις εἰς τὸν ποταμόν, ἐπειδὴ τὸ συγχώρημα ἔλαβον ἀποστῆναι μικρὸν ἀπὸ τοῦ ποταμοῦ τοῖς ἀνδράσιν εἰποῦσαι, τέως ἂν ἀπολούσωνταί τε καὶ τὰς ἐσθῆτας ἀπολάβωσιν, ἵνα μὴ γυμνὰς ὁρῶσιν αὐτάς·
因为她们曾请求看守,允许她们到河里去洗澡,在得到许可后,她们告诉男人们从河边稍微退后一点,直到她们洗完澡并拿回衣服,以免看到她们赤身裸体。
ποιησάντων καὶ τοῦτο τῶν ἀνδρῶν, παρακελευσαμένης αὐταῖς τῆς Κλοιλίας καὶ πρώτης καταρχούσης, διανηξάμεναι τὸν ποταμὸν εἰς τὴν πόλιν ἀπῆλθον.
在男人们也照做之后,克莱莉娅鼓舞她们并率先作表率,她们便游过河去,回到了城里。
§5.33.2ἔνθα δὴ πολὺς ὁ Ταρκύνιος ἦν ἐπιορκίαν τε καὶ ἀπιστίαν τοῖς Ῥωμαίοις ἐγκαλῶν, καὶ τὸν βασιλέα παροξύνων ὡς ἐξαπατώμενον ὑπʼ ἀνθρώπων δολίων μηθὲν προσέχειν αὐτοῖς.
于是,塔克文极力控诉罗马人背信弃义、不守誓言,并煽动国王说他正被狡诈之人所欺骗,不要理会他们。
ἀπολογουμένου δὲ τοῦ ὑπάτου καὶ τὸ ἔργον ἐξ αὐτῶν λέγοντος εἶναι τῶν παρθένων δίχα τῆς ἐπιταγῆς τῶν πατέρων, καὶ τὸ πιστὸν οὐκ εἰς μακρὰν παρέξεσθαι λέγοντος ὑπὲρ τοῦ μηδὲν ἐξ ἐπιβουλῆς ὑφʼ ἑαυτῶν πεπρᾶχθαι, πεισθεὶς ὁ βασιλεὺς συνεχώρησεν αὐτῷ πορευθέντι τὰς παρθένους ἀγαγεῖν, ὡς ὑπισχνεῖτο.
但随着执政官进行辩护,声称这一行为是少女们自己所为,并非出自父亲们的命令,并表示不久将提供确凿的证据,证明他们自己绝无阴谋,国王便被说服了,允许他按照诺言前去把少女们带回来。
§5.33.3Οὐαλέριος μὲν δὴ τὰς παρθένους ἄξων ᾤχετο·
于是,瓦莱里乌斯启程去带回少女们。
Ταρκύνιος δὲ καὶ ὁ κηδεστὴς αὐτοῦ τῶν δικαίων ὑπεριδόντες πράγματι ἐπεβούλευσαν ἀνοσίῳ, λόχον ὑποπέμψαντες εἰς τὴν ὁδὸν ἱππέων, τάς τε παρθένους ἁρπάσαι τὰς ἀγομένας καὶ τὸν ὕπατον καὶ τοὺς ἄλλους τοὺς ἐπὶ τὸ στρατόπεδον ἐρχομένους συλλαβεῖν, ὡς ῥύσια καθέξοντες ἀνθʼ ὧν Ταρκύνιον ἀφείλοντο Ῥωμαῖοι χρημάτων τὰ σώματα ταῦτα, καὶ τῆς δίκης τὸ τέλος οὐκέτι περιμενοῦντες.
然而,塔克文和他的女婿无视正义,策划了一个不虔敬的阴谋,秘密派遣了一队骑兵到路上,企图劫持正被带回的少女们,并逮捕执政官和正往营地走来的其他人。 他们企图扣留这些人,作为罗马人剥夺塔克文财产的抵押品,而不再等待审判的结末。
§5.33.4οὐκ εἴασε δʼ αὐτοῖς κατὰ νοῦν χωρῆσαι τὴν ἐπιβουλὴν τὸ δαιμόνιον.
但神明并没有让他们的阴谋如愿以偿。
ἐν ὅσῳ γὰρ ἐκ τοῦ Λατίνων χάρακος ἐξῄεσαν οἱ μέλλοντες τοῖς παραγενομένοις ἐπιθέσθαι, φθάσας ὁ τῶν Ῥωμαίων ὕπατος ἦγε τὰς κόρας·
因为当那些企图袭击到来者的人正从拉丁人的营地走出来时,罗马执政官已经抢先一步带着少女们行进了。
καὶ πρὸς αὐταῖς ἤδη ταῖς πύλαις τοῦ Τυρρηνικοῦ χάρακος ὢν ὐπὸ τῶν ἐπιδιωξάντων ἐκ τῆς ἑτέρας στρατοπεδείας καταλαμβάνεται.
当他已经到达第勒尼安人营地的门前时,被从另一个营地追赶而来的人追上了。
ἔνθα τῆς συμπλοκῆς αὐτῶν γενομένης ταχεῖα τοῖς Τυρρηνοῖς αἴσθησις ἐγένετο, καὶ κατὰ σπουδὴν ὁ τοῦ βασιλέως υἱὸς ἴλην ἱππέων ἐπαγόμενος ἐβοήθει, καὶ ἐκ τῶν πεζῶν οἱ προκαθήμενοι τοῦ χάρακος συνέδραμον.
在他们发生冲突时,第勒尼安人迅速察觉了,国王的儿子急忙率领一队骑兵前来救援,而在营地前站岗的步兵们也一同奔集过来。

词汇与语法注释

  1. 918δεηθεῖσαι γὰρ τῶν φυλαττόντων... — 这是一个极长的句子,其中嵌套了多个分词结构和属格独立结构。句子的核心骨架是“她们游过河去,回到了城里”(διανηξάμεναι τὸν ποταμὸν εἰς τὴν πόλιν ἀπῆλθον)。在此之前,依次使用主格分词(δεηθεῖσαι, εἰποῦσαι)、时间从句(ἐπειδὴ...)、目的从句(ἵνα...)以及两个属格独立结构(ποιησάντων... / παρακελευσαμένης...)将一系列先前发生的事情和背景状况层层插入。
  2. 918πολὺς ὁ Ταρκύνιος ἦν — 一种习惯用法,将形容词 πολύς 作表语使用,以表明主语的活动或状态是执拗的、剧烈的或频繁的。意思是“塔克文极力(不断地)进行控诉和煽动”。
  3. 919ὑπὲρ τοῦ μηδὲν ἐξ ἐπιβουλῆς ὑφʼ ἑαυτῶν πεπρᾶχθαι — 前置词 ὑπέρ 结合带冠词的不定式(属格)τοῦ ... πεπρᾶχθαι,在此表示关联或目的:“为了维护(证明)……的事实”。该不定式为被动完成时,并以宾格 μηδέν(没有任何事)作为其逻辑主语。
  4. 920φθάσας ὁ τῶν Ῥωμαίων ὕπατος ἦγε τὰς κόρας — 动词 φθάνω(抢先、先于)的分词 φθάσας 修饰主动词 ἦγε,构成强调时间上抢先的句式,意为“执政官抢先一步带着少女们行进”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.33.1-5.33.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.33.1-5.33.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。