§5.32.1ἀφικομένης δὲ τῆς πρεσβείας εἰς Ῥώμην ἡ βουλὴ μὲν ἐψηφίσατο Ποπλικόλᾳ θατέρῳ τῶν ὑπάτων πεισθεῖσα πάντα συγχωρεῖν, ὅσα ὁ Τυρρηνὸς ἠξίου, κάμνειν τὸν δημότην καὶ ἄπορον ὄχλον οἰομένη τῇ σπάνει τῶν ἐπιτηδείων, καὶ ἀγαπητῶς δέξεσθαι τὴν τοῦ πολέμου λύσιν, ἐφʼ οἷς ἂν γένηται δικαίοις.
使节团抵达罗马后,元老院在听从了执政官之一普普利科拉的劝说后,投票决定同意这位第勒尼安人所要求的一切,因为他们认为普通平民和贫穷的群众正因生活必需品的匮乏而受苦,并且无论在什么条件下,他们都会欣然接受战争的结束。
§5.32.2ὁ δὲ δῆμος τὰ μὲν ἄλλα τοῦ προβουλεύματος ἐψηφίσατο κύρια εἶναι, τὴν δʼ ἀπόδοσιν τῶν χρημάτων οὐκ ἠνέσχετο, ἀλλὰ τἀναντία ἔγνω, μήτʼ ἐκ τῶν ἰδίων μήτʼ ἐκ τῶν κοινῶν τοῖς τυράννοις μηδὲν ἀποδιδόναι, πρεσβευτὰς δὲ περὶ τούτων πρὸς βασιλέα Πορσίναν ἀποστεῖλαι, οἵτινες ἀξιώσουσιν αὐτὸν τὰ μὲν ὅμηρα καὶ τὴν χώραν παραλαβεῖν, περὶ δὲ τῶν χρημάτων αὐτὸν δικαστὴν γενόμενον Ταρκυνίοις τε καὶ Ῥωμαίοις, ὅταν ἀμφοτέρων ἀκούσῃ κρῖναι τὰ δίκαια μήτε χάριτι μήτʼ §5.32.3ἔχθρᾳ παραχθέντα.
然而,民众投票决定预案的其他部分有效,但不能容忍归还财产,反而做出了相反的决定,即无论从私人还是公共财产中,都不给僭主们归还任何东西,并且决定就此向波希纳王派遣使节,使节们将要求他接管人质和土地,但关于财产,则要求他亲自在塔克文家族和罗马人之间担任裁判官,在听取双方意见后,既不因偏袒也不因仇恨所左右,做出公正的裁判。
ἀπῄεσαν οἱ Τυρρηνοὶ τὰς ἀποκρίσεις ταύτας πρὸς βασιλέα κομίζοντες καὶ σὺν αὐτοῖς οἱ κατασταθέντες ὑπὸ τοῦ δήμου πρέσβεις ἄγοντες ἐκ τῶν πρώτων οἰκιῶν εἴκοσι παῖδας, οὓς ἔδει περὶ τῆς πατρίδος ὁμηρεῦσαι, τῶν ὑπάτων πρώτων τὰ τέκνα ἐπιδόντων, Μάρκου μὲν Ὁρατίου τὸν υἱόν, Ποπλίου δὲ Οὐαλερίου τὴν θυγατέρα γάμων ἔχουσαν ὥραν.
第勒尼安人带着这些答复启程去见国王,与他们同行的还有民众指派的使节,他们带着二十名来自最显赫家族的孩子,这些孩子将作为国家的代表担任人质;执政官们率先献出了自己的子女,马尔库斯·奥拉提乌斯献出了他的儿子,普布利乌斯· 瓦莱里乌斯则献出了他已达婚龄的女儿。
§5.32.4ἀφικομένων δὲ τούτων ἐπὶ τὸ στρατόπεδον ἥσθη τε ὁ βασιλεὺς καὶ πολλὰ τοὺς Ῥωμαίους ἐπαινέσας ἀνοχὰς σπένδεται πρὸς αὐτοὺς εἰς ὡρισμένον τινὰ ἡμερῶν ἀριθμὸν καὶ τὴν δίκην αὐτὸς ἀναδέχεται δικάζειν.
当他们到达营地时,国王非常高兴,在极力赞扬罗马人之后,与他们缔结了为期若干天的休战协定,并亲自承担起审判这一诉讼的责任。
Ταρκύνιοι δʼ ἤχθοντο μὲν ἀπὸ μειζόνων ἐκπεσόντες ἐλπίδων, ἃς εἶχον ἐπὶ τῷ βασιλεῖ, καταχθῆναι δόξαντες ἐπὶ τὴν ἀρχὴν ὑπʼ ἐκείνου, στέργειν δὲ τὰ παρόντα ἠναγκάζοντο καὶ τὰ δεδομένα δέχεσθαι.
塔克文家族因失去了对国王寄予的更大希望而感到痛苦——他们本以为能被他扶植复辟政权——但他们被迫安于现状,接受既定的安排。
ἀφικομένων δʼ εἰς τὸν ὁρισθέντα χρόνον ἐκ τῆς πόλεως τῶν ἀπολογησομένων τὴν δίκην καὶ ἀπὸ τῆς βουλῆς τῶν πρεσβυτάτων, καθίσας ἐπὶ τοῦ βήματος ὁ βασιλεὺς μετὰ τῶν φίλων καὶ τὸν υἱὸν συνδικάζειν κελεύσας ἀπέδωκεν αὐτοῖς λόγον.
在约定的时间,城里来辩护的人和最年长的元老们抵达后,国王与他的朋友们一同坐在审判台上,并命令他的儿子共同参与审判,随后给他们提供了发言的机会。