Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.31.1-5.31.4

伊特鲁里亚军中伏与波森纳提出和谈条件

第 360 段,共 962 段 · 希腊语

内容简介

出外劫掠的伊特鲁里亚士兵因遭到罗马人的伏击而损失惨重,导致军中不满情绪高涨,波森纳国王因而派遣使节开启和平谈判,并拟定了具体的和解条件。

§5.31.1ταῦτα μὲν τότε πρὸς τὸν υἱὸν καὶ τοὺς παρόντας εἶπεν· ὀλίγαις δʼ ὕστερον ἡμέραις αὐτὸς ἠναγκάσθη πρότερος ἄρχειν λόγων διαλλακτηρίων διὰ τοιαύτην αἰτίαν·
当时,他对儿子和在场的人说了这些话;但几天后,由于以下原因,他自己不得不首先开启和解谈判。
ἐσκεδασμένων ἀνὰ τὴν χώραν τῶν στρατιωτῶν καὶ τὰς ἀγομένας εἰς τὴν πόλιν ἀγορὰς ἀφαιρουμένων καὶ τοῦτο ποιούντων συνεχῶς, οἱ τῶν Ῥωμαίων ὕπατοι λοχήσαντες αὐτοὺς ἐν καλῷ χωρίῳ διαφθείρουσί τε συχνοὺς καὶ ἔτι πλείους τῶν ἀναιρεθέντων αἰχμαλώτους λαμβάνουσιν.
由于士兵们分散在乡间,不断抢劫运往城内的物资,罗马执政官们在有利的地形设下伏兵,消灭了许多人,并俘虏了比被杀者还要多的人。
ἐφʼ ᾧ χαλεπαίνοντες οἱ Τυρρηνοὶ διελέγοντο πρὸς ἀλλήλους κατὰ συστροφάς, δι’ αἰτίας τόν τε βασιλέα καὶ τοὺς ἄλλους ἡγεμόνας ἔχοντες ἐπὶ τῇ τριβῇ τοῦ πολέμου καὶ ἀπαλλάττεσθαι ποθοῦντες ἐπὶ τὰ οἰκεῖα.
对此感到愤怒的第勒尼安人聚在一起交谈,指责国王和其他领袖拖延战争,并渴望返回家园。
§5.31.2δόξας μὲν οὖν ἅπασι κεχαρισμένας φανήσεσθαι τὰς διαλλαγάς, ἀποστέλλει πρεσβευτὰς ἐκ τῶν ἰδίων φίλων τοὺς ἀναγκαιοτάτους.
因此,他认为和解会受到所有人的欢迎,于是派遣了他最亲密的朋友作为使节。
τινὲς μὲν οὖν φασι καὶ τὸν Μούκιον ἅμα τούτοις ἀποσταλῆναι δόντα τὴν πίστιν τῷ βασιλεῖ διʼ ὅρκων ὑπὲρ τοῦ πάλιν ἐλεύσεσθαι· ἕτεροι δὲ λέγουσιν ὅμηρον, ἕως αἱ διαλλαγαὶ γένωνται, τὸν ἄνδρα τοῦτον ἐν τῷ στρατοπέδῳ φυλάττεσθαι· καὶ τάχʼ ἂν εἴη τοῦτʼ §5.31.3ἀληθέστερον.
有人说穆基乌斯也与他们一同被派去,并通过誓言向国王保证他会回来;但也有人说,在和解达成之前,此人一直作为人质被留置在营地中;而这或许更接近事实。
ἐντολαὶ δʼ ἦσαν, ἃς ἔδωκε τοῖς πρεσβευταῖς ὁ βασιλεύς, τοιαίδε· περὶ μὲν καθόδου Ταρκυνίων μηδένα ποιεῖσθαι λόγον, τὰ δὲ χρήματα αὐτοῖς ἀξιοῦν ἀποδοθῆναι, μάλιστα μὲν ἅπαντα ὅσα Ταρκύνιός θʼ ὁ πρεσβύτατος κατέλιπε καὶ αὐτοὶ σὺν τῷ δικαίῳ κτησάμενοι κατέσχον· εἰ δὲ μή γʼ ὅσα δυνατὰ ἀγρῶν τε καὶ οἰκιῶν καὶ βοσκημάτων καὶ ὧν ἐκ γῆς ἀνῄρηνται καρπῶν τὰς ἀξίας, ὁποτέρως ἂν αὐτοῖς δόξῃ συμφέρειν, ἐάν τε τοὺς κατέχοντας αὐτὰ καὶ καρπουμένους εἰσφέρειν, ἐάν τʼ ἐκ τοῦ δημοσίου διαλύειν.
国王给使节们的指示如下:绝口不提塔克文家族的复辟,但要求归还他们的财产,最好是老塔克文留下的全部财产,以及他们自己依法获得并占有的全部财产;如果做不到,至少要根据对他们有利的两种方式之一,补偿在土地、房屋、牲畜以及从土地上收获的作物中可能达到的最大价值——无论是让占有并享有这些财产的人醵资,还是由公库进行赔偿。
§5.31.4ταῦτα μὲν ὑπὲρ ἐκείνων, ἑαυτῷ δʼ αἰτεῖσθαι διαλυομένῳ τὴν ἔχθραν τοὺς καλουμένους Ἑπτὰ πάγους·
这些是为他们争取的条件,而对于他自己,在消除敌意时,他要求获得被称为“七丘”(Septem Pagi)的地方。
αὕτη Τυρρηνῶν ἡ χώρα τὸ ἀρχαῖον ἦν, Ῥωμαῖοι δʼ αὐτὴν κατέσχον πολέμῳ τοὺς ἔχοντας ἀφελόμενοι·
这片土地古时属于第勒尼安人,但罗马人通过战争从其所有者手中夺取并占领了它。
καὶ ἵνα μένωσι Ῥωμαῖοι Τυρρηνοῖς βέβαιοι φίλοι, παῖδας ἐκ τῶν ἐπιφανεστάτων οἰκιῶν τοὺς ὁμηρεύσοντας ὑπὲρ τῆς πόλεως αἰτεῖν παρʼ αὐτῶν.
为了让罗马人成为第勒尼安人可靠的朋友,他要求他们从最显赫的家族中选出代表城市作人质的孩子。

词汇与语法注释

  1. 5.31.1δι’ αἰτίας ... ἔχοντες — 习语 `δι' αἰτίας ἔχειν` 意为“谴责”或“归咎于”。在此,分词 `ἔχοντες`(主格、复数、阳性)修饰主语 `οἱ Τυρρηνοὶ`,并以宾格 `τόν τε βασιλέα καὶ τοὺς ἄλλους ἡγεμόνας` 作为其直接宾语。谴责的原因由 `ἐπί` 引导的与格 `τῇ τριβῇ`(拖延)表示。
  2. 5.31.2δόξας ... ἅπασι κεχαρισμένας φανήσεσθαι τὰς διαλλαγάς — 分词 `δόξας`(不定过去时主动分词、主格、单数、阳性)修饰主句主语国王(波森纳),作为表示思考的动词,以宾格不定式从句 `κεχαρισμένας φανήσεσθαι τὰς διαλλαγάς` 作为其宾语。`κεχαρισμένας` 是宾格的谓语形容词,与不定式的主语 `τὰς διαλλαγάς` 一致。
  3. 5.31.3ἐάν τε τοὺς κατέχοντας... ἐάν τʼ ἐκ τοῦ δημοσίου διαλύειν — 不定式 `εἰσφέρειν` 和 `διαλύειν` 是间接引语中的命令/义务不定式,承接前文 `ἀξιοῦν`(要求)的语义。它们分别对应表示选择的条件从句 `ἐάν τε... ἐάν τʼ...`,解释了罗马人具体的补偿方式。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.31.1-5.31.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.31.1-5.31.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。