Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.30.1-5.30.3

阿伦斯的议和建议与波森纳的决议

第 359 段,共 962 段 · 希腊语

内容简介

听到穆基乌斯的警告后,波森纳命人看管他,并与儿子阿伦斯及亲信商讨对策。阿伦斯建议与罗马人和解并化敌为友,国王对此表示赞同,但坚持认为和解必须由敌方主动提出,以维护自己的体面。

§5.30.1ὡ δὲ ταῦτʼ ἤκουσεν ὁ βασιλεύς, ἐκεῖνον μὲν ἀπαγαγόντας τοὺς δορυφόρους ἐκέλευσε δῆσαι καὶ φυλάττειν ἐπιμελῶς·
国王听到这些话后,命令卫兵将他带走,绑起来并严加看管。
αὐτὸς δὲ τοὺς πιστοτάτους τῶν φίλων παραλαβὼν καὶ τὸν υἱὸν Ἄρροντα παρακαθισάμενος, μετʼ ἐκείνων ἐσκόπει, τί ποιῶν τὰς ἐπιβουλὰς αὐτῶν διακρούσεται.
而他自己则召集了最信任的朋友,并让他的儿子阿伦斯坐在身旁,与他们一同商讨,通过采取何种行动才能瓦解他们的阴谋。
§5.30.2τῶν μὲν οὖν ἄλλων ἕκαστος εὐήθεις ἀσφαλείας λέγων ἐδόκει τῶν δεόντων φρονεῖν οὐδέν· ὁ δʼ υἱὸς αὐτοῦ τελευταίαν ἀπεφήνατο γνώμην πρεσβυτέραν τῆς ἡλικίας, ἀξιῶν αὐτὸν μὴ σκοπεῖν, τίσι φυλακαῖς χρώμενος οὐδὲν πείσεται δεινόν, ἀλλὰ τί ποιῶν οὐ δεήσεται φυλακῆς·
于是,其余众人各自提出了愚蠢的安全之策,显得对必要之事毫无头绪;而他的儿子最后发表了超出其年龄的成熟见解,极力劝说他不要去考虑采用何种防卫才能免遭危害,而应考虑采取何种行动才无需防卫。
θαυμασάντων δὲ τὴν διάνοιαν αὐτοῦ πάντων καὶ πῶς ἂν τοῦτο γένοιτο μαθεῖν βουλομένων, Εἰ φίλους ἀντὶ πολεμίων, ἔφη, ποιήσαιο τοὺς ἄνδρας, τιμιωτέραν ἡγησάμενος τὴν σεαυτοῦ ψυχὴν τῆς καθόδου τῶν σὺν Ταρκυνίῳ φυγάδων.
当众人皆对他的想法表示赞赏、并渴望了解如何才能做到这一点时,他说道:“如果你将自己的生命看得比与塔克文一同流亡者的复辟更为宝贵,从而化敌为友,将这些人变为你的盟友[便可做到]。
§5.30.3καὶ ὁ βασιλεὺς τὰ κράτιστα μὲν ἔφησεν αὐτὸν λέγειν, βουλῆς δʼ εἶναι ἄξιον τὸ πρᾶγμα, πῶς εὐπρεπεῖς γενήσονται πρὸς αὐτοὺς αἱ διαλλαγαί·
” 国王表示他说得极好,但此事值得商榷,即如何才能让与他们的和解显得体面。
μεγάλην αἰσχύνην φάσκων εἶναι, εἰ κρατήσας αὐτῶν μάχῃ καὶ τειχήρεις ἔχων ἀπελεύσεται, μηθὲν ὧν Ταρκυνίοις ὑπέσχετο διαπραξάμενος, ὥσπερ ἡττημένος ὑπὸ τῶν νενικημένων καὶ πεφευγὼς τοὺς μηδʼ ἐκ τῶν πυλῶν ὑπομένοντας ἔτι προελθεῖν·
因为他声称,如果在战斗中战胜了他们并将其围困在城墙之内后,自己却在未能兑现对塔克文家族的任何承诺的情况下撤军,那将是极大的耻辱,就好像自己被手下败将击败、并从那些甚至再不敢走出城门的人面前逃跑一样。
μίαν δὲ μόνην ἔσεσθαι ἀποφαίνων καλὴν τῆς ἔχθρας λύσιν, εἰ παρὰ τῶν πολεμίων παραγένοιντό τινες πρὸς αὐτὸν περὶ φιλίας διαλεγόμενοι.
他指出,化解这段敌意唯一体面的办法,就是让敌人派人主动前来与他商讨友好建交之事。

词汇与语法注释

  1. 5.30.1ἀπαγαγόντας — 宾格、复数、阳性不定过去时分词,修饰 τοὺς δορυφόρους。后者作为由 ἐκέλευσε 支配的不定式 δῆσαι 和 φυλάττειν 的主语。这明确了带走穆基乌斯的动作发出者是卫兵。
  2. 913Εἰ ... ποιήσαιο — 带有希求语气(εἰ + optative)的条件从句,表示潜在或假想的条件。作为对前文“如何才能做到这一点”这一提问的回答,其主句(如带有 ἄν + optative 的“这便是可能的”)被省略了。
  3. 5.30.3τειχήρεις ἔχων — 分词 ἔχων(具有、保持)带有宾格复数形容词 τειχήρεις(被围困的、关在城墙内的)作为宾语补足语,指代被围困的罗马人(αὐτῶν),意为“将他们围困在城墙之内”。
  4. 5.30.3τοὺς μηδʼ ἐκ τῶν πυλῶν ὑπομένοντας ἔτι προελθεῖν — 否定词 μηδέ 否定不定式 προελθεῖν(走出)。分词 ὑπομένοντας(源自 ὑπομένω,“敢于”、“坚持”)指代罗马人,整句意为“那些甚至不再敢于走出城门的人”,强调了罗马人的恐惧和防守态势。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.30.1-5.30.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.30.1-5.30.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。