§5.30.1ὡ δὲ ταῦτʼ ἤκουσεν ὁ βασιλεύς, ἐκεῖνον μὲν ἀπαγαγόντας τοὺς δορυφόρους ἐκέλευσε δῆσαι καὶ φυλάττειν ἐπιμελῶς· αὐτὸς δὲ τοὺς πιστοτάτους τῶν φίλων παραλαβὼν καὶ τὸν υἱὸν Ἄρροντα παρακαθισάμενος, μετʼ ἐκείνων ἐσκόπει, τί ποιῶν τὰς ἐπιβουλὰς αὐτῶν διακρούσεται.
When the king heard these things, he ordered the guards to lead him away, to bind him, and to guard him carefully; but he himself, having taken the most faithful of his friends and having seated his son Arruns beside him, considered with them by doing what he might ward off their plots.
§5.30.2τῶν μὲν οὖν ἄλλων ἕκαστος εὐήθεις ἀσφαλείας λέγων ἐδόκει τῶν δεόντων φρονεῖν οὐδέν· ὁ δʼ υἱὸς αὐτοῦ τελευταίαν ἀπεφήνατο γνώμην πρεσβυτέραν τῆς ἡλικίας, ἀξιῶν αὐτὸν μὴ σκοπεῖν, τίσι φυλακαῖς χρώμενος οὐδὲν πείσεται δεινόν, ἀλλὰ τί ποιῶν οὐ δεήσεται φυλακῆς·
Now, while each of the others, by proposing foolish measures of safety, seemed to think nothing of what was necessary, his son at last declared an opinion too mature for his age, urging him not to consider by using what guards he would suffer no harm, but by doing what he would have no need of guards.
θαυμασάντων δὲ τὴν διάνοιαν αὐτοῦ πάντων καὶ πῶς ἂν τοῦτο γένοιτο μαθεῖν βουλομένων, Εἰ φίλους ἀντὶ πολεμίων, ἔφη, ποιήσαιο τοὺς ἄνδρας, τιμιωτέραν ἡγησάμενος τὴν σεαυτοῦ ψυχὴν τῆς καθόδου τῶν σὺν Ταρκυνίῳ φυγάδων. §5.30.3καὶ ὁ βασιλεὺς τὰ κράτιστα μὲν ἔφησεν αὐτὸν λέγειν, βουλῆς δʼ εἶναι ἄξιον τὸ πρᾶγμα, πῶς εὐπρεπεῖς γενήσονται πρὸς αὐτοὺς αἱ διαλλαγαί· μεγάλην αἰσχύνην φάσκων εἶναι, εἰ κρατήσας αὐτῶν μάχῃ καὶ τειχήρεις ἔχων ἀπελεύσεται, μηθὲν ὧν Ταρκυνίοις ὑπέσχετο διαπραξάμενος, ὥσπερ ἡττημένος ὑπὸ τῶν νενικημένων καὶ πεφευγὼς τοὺς μηδʼ ἐκ τῶν πυλῶν ὑπομένοντας ἔτι προελθεῖν·
When all had admired his intellect and wished to learn how this could be done, he said, "If, regarding your own life as more precious than the restoration of the exiles with Tarquinius, you should make these men your friends instead of enemies." And the king said that he spoke most excellently, but that the matter deserved deliberation as to how the reconciliation with them could be made honorable; for he declared it would be a great disgrace if, after defeating them in battle and keeping them shut up within their walls, he should depart without having accomplished any of the things he had promised to the Tarquinii, just as if he had been defeated by the vanquished and had fled from those who no longer even ventured to come forth from their gates.
μίαν δὲ μόνην ἔσεσθαι ἀποφαίνων καλὴν τῆς ἔχθρας λύσιν, εἰ παρὰ τῶν πολεμίων παραγένοιντό τινες πρὸς αὐτὸν περὶ φιλίας διαλεγόμενοι.
He pointed out that there would be only one honorable solution to the enmity, if some should come to him from the enemy to treat for friendship.