Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.29.1-5.29.4

穆基乌斯的坦白与三百名刺客的恐吓

第 358 段,共 962 段 · 希腊语

内容简介

穆基乌斯向波塞那坦白,刺杀书记是因为认错了人。随后,他通过编造一个谎言来恐吓国王,声称有三百名同龄的罗马贵族青年已宣誓要轮番行刺。

§5.29.1καὶ ὁ Μούκιος οὔτε μεταβολῇ χρώματος οὔτε συννοίᾳ προσώπου τὸν ὀρρωδοῦντα διασημήνας οὔτʼ ἄλλο παθὼν οὐδέν, ὧν φιλοῦσι πάσχειν οἱ μέλλοντες ἀποθνήσκειν, λέγει πρὸς αὐτόν·
穆基乌斯既没有改变脸色,也没有因表情忧虑而显露出恐惧,更没有陷入任何那些即将临终之人常有的状态,他对国王说道:“我是罗马人,就出身而言也非平庸之辈。
ἐγὼ Ῥωμαῖος μέν εἰμι, καὶ οὐ τῶν ἐπιτυχόντων ἕνεκα γένους, ἐλευθερῶσαι δὲ τὴν πατρίδα τοῦ πολέμου βουληθεὶς ἦλθον ἐπὶ τὸ στρατόπεδον ὑμῶν ὡς τῶν αὐτομόλων τις, ἀποκτεῖναί σε βουλόμενος·
为了将祖国从战争中解放出来,我化装成投降者来到你们的营盘,意图刺杀你。
οὐκ ἀγνοῶν μέν, ὅτι καὶ κατορθώσαντι καὶ διαμαρτόντι τῆς ἐλπίδος ἀποθανεῖν ὑπάρχει μοι, χαρίσασθαι δὲ τῇ γειναμένῃ τὴν ἐμαυτοῦ ψυχὴν προαιρούμενος καὶ ἀντὶ τοῦ θνητοῦ σώματος ἀθάνατον δόξαν καταλιπεῖν·
我并非不知道,无论成功还是功败垂成,等待我的都只有死亡,但我宁愿将自己的生命献给生育我的祖国,以求留下不朽的荣耀来代替终将朽坏的肉身。
ψευσθεὶς δὲ τῆς ἐλπίδος ἀντὶ σοῦ τὸν γραμματέα, ὃν οὐθὲν ἐδεόμην, ἀνῄρηκα τῇ τε πορφύρᾳ καὶ τῷ δίφρῳ καὶ τοῖς ἄλλοις τῆς ἐξουσίας συμβόλοις πλανηθείς.
然而我的希望落空了,由于被那件紫色衣袍、座椅以及其他权力的象征所指引而迷失,我杀死了你的书记来代替你,而他本不是我想要杀的人。
§5.29.2τὸν μὲν οὖν θάνατον, ὃν αὐτὸς ἐμαυτοῦ κατεψηφισάμην, ὅτʼ ἐπὶ τὴν πρᾶξιν ἔμελλον ὁρμᾶν, οὐ παραιτοῦμαι·
因此,对于我在准备动手时就已对自己判处的死刑,我并不想逃避。
βασάνους δὲ καὶ τὰς ἄλλας ὕβρεις εἴ μοι παρείης, πίστεις δοὺς ἐπὶ θεῶν ὑπισχνοῦμαί σοι μέγα πρᾶγμα δηλώσειν καὶ πρὸς τὴν σωτηρίαν ἀνῆκόν σοι.
但是,如果你能免除对我的拷打和其他侮辱,并在神前向我保证,我便许诺向你透露一件关系到你生死存亡的大事。
§5.29.3ὁ μὲν δὴ ταῦτʼ ἔλεγε καταστρατηγῆσαι τὸν ἄνδρα διανοούμενος·
” 他确实是抱着欺骗这个人的意图说出这番话的。
ὁ δʼ ἔξω τοῦ φρονεῖν γεγονὼς καὶ ἅμα κινδύνους ἐκ πολλῶν μαντευόμενος ἀνθρώπων οὐκ ἀληθεῖς δίδωσιν αὐτῷ διʼ ὅρκων τὸ πιστόν.
而国王此时已惊慌失措,同时预感到来自众人的虚假危险,便通过誓言给予了他保证。
μετὰ δὲ τοῦθʼ ὁ Μούκιος καινότατον ἐνθυμηθεὶς ἀπάτης τρόπον, ὃς ἐν ἀφανεῖ τὸν ἔλεγχον εἶχε, λέγει πρὸς αὐτόν· ὦ βασιλεῦ, Ῥωμαίων ἄνδρες τριακόσιοι τὴν αὐτὴν ἔχοντες ἡλικίαν ἐκ τοῦ γένους τοῦ τῶν πατρικίων ἅπαντες ἐβουλευσάμεθα συνελθόντες ἀποκτεῖναί σε καὶ τὸ πιστὸν ὅρκοις παρʼ
在此之后,穆基乌斯想出了一个极新颖的欺骗手段,其真伪深藏暗处、无法验证,他对国王说道:“国王啊,有三百名同龄的罗马男子,全都是贵族出身,我们聚集在一起,图谋刺杀你,并彼此以誓言交换了保证。
§5.29.4ἀλλήλων ἐλάβομεν. ἔδοξε δʼ ἡμῖν βουλευομένοις ὅστις ὁ τῆς ἐπιβουλῆς ἦν τρόπος, μήθʼ ἅπαντας ἅμα χωρεῖν ἐπὶ τὸ ἔργον, ἀλλὰ καθʼ ἕνα, μήτε φράζειν ἕτερον ἑτέρῳ πότε καὶ πῶς καὶ ποῦ καὶ τίσιν ἀφορμαῖς χρησάμενος ἐπιθήσεταί σοι, ἵνα ῥᾷον ἡμῖν ὑπάρχῃ τὸ λαθεῖν.
在我们讨论阴谋的具体方式时,大家决定,既不全体一同去执行任务,而是挨个进行;也不互相透露何时、如何、何地以及利用何种时机对你发起袭击,以便我们更容易隐藏行踪。
ταῦτα διανοηθέντες ἐκληρωσάμεθα, καὶ πρῶτος ἄρξαι τῆς πείρας ἔλαχον ἐγώ.
考虑到这些,我们进行了抽签,而我恰好抽中了第一个开始尝试的签。
προειδὼς οὖν, ὅτι πολλοὶ καὶ ἀγαθοὶ τὴν αὐτήν μοι διάνοιαν ἕξουσιν ἐπιθυμίᾳ δόξης, ὧν ὡς εἰκάσαι τις ἀμείνονι τύχῃ χρήσεται τῆς ἐμῆς, σκόπει, τίς ἔσται σοι πρὸς ἅπαντας ἀρκοῦσα φυλακή.
因而,既然你已预先知道,由于对荣耀的渴望,还有许多英勇之辈将怀有与我相同的意图,且正如人们所能推测的那样,其中某些人的运气会比我好,那么你就该好好考虑,怎样的防范才能足以应对他们所有人。 ”

词汇与语法注释

  1. 5.29.1τὸν ὀρρωδοῦντα — 动词 ὀρρωδέω(恐惧)的现在分词主动语态阳性单数宾格。此处作名词性用法,指代“(展现出)恐惧者的样子”,作为分词 διασημήνας(表明、显露)的直接宾语。
  2. 5.29.1ὧν — 关系代词 ὧν 在关系从句中本应作为动词 πάσχειν(遭受、经历)的直接宾语而采用宾格(ἅ),但由于受到其先行词 ἄλλο ... οὐδέν(无其他任何事物)的格吸引(attraction)而变为了属格。
  3. 5.29.4ἔδοξε — 作为无人称动词使用,意为“决定了……”、“达成了……的协议”。它带有所与格的 ἡμῖν βουλευομένοις(对正在谋议的我们而言),后续的不定式短语 μήτε... χωρεῖν... μήτε φράζειν...(既不一同前往,也不互相透露)作为其句法上的实质主语。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.29.1-5.29.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.29.1-5.29.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。