Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.26.1-5.26.5

被围罗马的粮荒与波森纳的劝降要求

第 355 段,共 962 段 · 希腊语

内容简介

在罗马被伊特鲁里亚军队包围并陷入粮食短缺之际,执政官们向拉丁人及周边城市请求援助和粮食出口;尽管拉丁人予以拒绝,但使节从波门蒂努斯平原秘密运入粮食,然而再度陷入困境后,波森纳要求罗马人接纳塔克文。

§5.26.1μετὰ γὰρ τὴν μάχην ἐκείνην ὁ μὲν Τυρρηνῶν βασιλεὺς ἐν τῷ πλησίον ὄρει καταστρατοπεδευσάμενος, ὅθεν τὴν Ῥωμαίων φρουρὰν ἐξέβαλε, τῆς ἐπέκεινα τοῦ Τεβέριος ποταμοῦ χώρας ἁπάσης ἐκράτει.
在那场战斗之后,伊特鲁里亚国王在附近的山上安营扎寨(他曾从那里驱逐了罗马人的守备队),控制了台伯河彼岸的所有领土。
οἱ δὲ Ταρκυνίου παῖδες καὶ ὁ κηδεστὴς αὐτοῦ Μαμίλιος σχεδίαις τε καὶ σκάφαις διαβιβάσαντες τὰς ἑαυτῶν δυνάμεις ἐπὶ θάτερα μέρη τοῦ ποταμοῦ τὰ πρὸς τὴν Ῥώμην φέροντα ἐν ἐχυρῷ τίθενται χωρίῳ τὸν χάρακα·
而塔克文的儿子们和他的女婿马米利乌斯则用筏子和船只将他们自己的军队渡到河流的另一侧,即通往罗马的一侧,并在险要的地方建立了营垒。
ὅθεν ὁρμώμενοι τῶν τε Ῥωμαίων ἐδῄουν τὴν γῆν καὶ τὰς αὐλὰς κατέσκαπτον καὶ τοῖς ἐπὶ νομὰς ἐξιοῦσιν ἐκ τῶν ἐρυμάτων βοσκήμασιν ἐπετίθεντο.
他们从那里出击,掠夺罗马人的土地,拆毁农舍,并袭击那些为了放牧而从堡垒中出来的牲畜。
§5.26.2κρατουμένης δὲ τῆς ὑπαίθρου πάσης ὑπὸ τῶν πολεμίων, καὶ οὔτʼ ἐκ γῆς εἰσκομιζομένων εἰς τὴν πόλιν τῶν ἀγορῶν οὔτε μὴν διὰ τοῦ ποταμοῦ καταγομένων ὅτι μὴ σπανίων, ταχεῖα τῶν ἀναγκαίων σπάνις ἐγένετο μυριάσι πολλαῖς τὰ παρασκευασθέντα οὐ πολλὰ ὄντα δαπανώσαις.
由于所有的郊外土地都被敌人控制,粮食既不能从陆路运进城内,也不能通过河流运下,除非是极少数的情况,因此,对于消耗着本就不多的储备粮的数万民众来说,很快就出现了生活必需品的匮乏。
§5.26.3καὶ μετὰ τοῦθʼ οἱ θεράποντες πολλοὶ καταλιπόντες τοὺς δεσπότας ηὐτομόλουν ὁσημέραι, καὶ ἐκ τοῦ δημοτικοῦ πλήθους οἱ πονηρότατοι πρὸς τοὺς Τυρρηνοὺς ἀφίσταντο·
此后,许多奴隶抛弃了他们的主人,天天逃跑,平民百姓中最恶劣的人也倒向了伊特鲁里亚人。
ταῦθʼ ὁρῶσι τοῖς ὑπάτοις ἔδοξε Λατίνων μὲν δεῖσθαι τῶν ἔτι αἰδουμένων τὸ συγγενὲς καὶ μένειν δοκούντων ἐν τῇ φιλίᾳ συμμαχίας σφίσι πέμψαι διὰ ταχέων, εἰς δὲ τὴν Καμπανίδα Κύμην καὶ τὰς ἐν τῷ Πωμεντίνῳ πεδίῳ πόλεις ἀποστεῖλαι πρέσβεις ἀξιώσοντας αὐτὰς σίτου σφίσιν ἐξαγωγὴν ἐπιτρέψαι.
执政官们见此情景,决定一方面向那些仍然看重亲缘关系、似乎保持友好的拉丁人求援,请求他们迅速派遣援军;另一方面向坎帕尼亚的库迈以及波门蒂努斯平原的各个城市派遣使节,请求它们允许向他们出口粮食。
§5.26.4Λατῖνοι μὲν οὖν διεκρούσαντο τὴν ἐπικουρίαν, ὡς οὐχ ὅσιον αὐτοῖς ὂν οὔτε Ταρκυνίοις πολεμεῖν οὔτε Ῥωμαίοις, ἐπειδὴ κοινῇ συνέθεντο πρὸς ἀμφοτέρους τὰ περὶ τῆς φιλίας ὅρκια·
因此,拉丁人拒绝了援助,理由是他们既不能与塔克文家族开战,也不能与罗马人开战,因为他们已经与双方共同缔结了友好盟誓。
ἐκ δὲ τοῦ Πωμεντίνου πεδίου Λάρκιός τε καὶ Ἑρμίνιος οἱ πεμφθέντες ἐπὶ τὴν παρακομιδὴν τοῦ σίτου πρέσβεις πολλὰς γεμίσαντες σκάφας παντοίας τροφῆς ἀπὸ θαλάττης ἀνὰ τὸν ποταμὸν ἐν νυκτὶ ἀσελήνῳ λαθόντες τοὺς πολεμίους διεκόμισαν.
但在波门蒂努斯平原,被派去运输粮食的使节拉尔基乌斯和赫尔米尼乌斯,在满载了各种食物的多只船只之后,在一个无月的夜晚,在未被敌人察觉的情况下,成功将它们从海上沿着河流运送了进来。
然而,这批粮食也很快被消耗殆尽,同样的困境再次袭击了人们。
§5.26.5ταχὺ δὲ καὶ ταύτης ἐξαναλωθείσης τῆς ἀγορᾶς καὶ τῆς αὐτῆς κατασχούσης τοὺς ἀνθρώπους ἀπορίας μαθὼν παρὰ τῶν αὐτομόλων ὁ Τυρρηνός, ὅτι κάμνουσιν ὑπὸ τοῦ λιμοῦ οἱ ἔνδον, ἐπεκηρυκεύσατο πρὸς αὐτοὺς ἐπιτάττων δέχεσθαι Ταρκύνιον, εἰ βούλονται πολέμου τε καὶ λιμοῦ ἀπηλλάχθαι.
伊特鲁里亚国王从逃兵那里获悉,城内的人正饱受饥荒之苦,于是向他们派去使节,命令他们接受塔克文,如果他们想要摆脱战争和荒乱的话。

词汇与语法注释

  1. 5.26.1τῆς ἐπέκεινα τοῦ Τεβέριος ποταμοῦ χώρας ἁπάσης ἐκράτει — 动词 ἐκράτει(统治、控制)支配属格(χώρας ἁπάσης)。短语 τῆς ἐπέκεινα τοῦ Τεβέριος ποταμοῦ 具有定语作用,副词 ἐπέκεινα 支配属格以修饰 χώρας。
  2. 904ὅτι μὴ σπανίων — 短语 ὅτι μή 是表示“除了……之外”的惯用表达。在这里与形容词 σπανίων(稀少的、微小的)连用,意为“除极少数情况外(即极罕见地)”。
  3. 904μυριάσι πολλαῖς τὰ παρασκευασθέντα οὐ πολλὰ ὄντα δαπανώσαις — 与格分词短语“μυριάσι... δαπανώσαις”相对于主句“ταχεῖα... σπάνις ἐγένετο”(生活必需品迅速发生匮乏)而言,充当表示蒙受不利或关系影响的“不利与格”(或关系与格)。
  4. 5.26.4ὡς οὐχ ὅσιον αὐτοῖς ὂν — 这是一个由 ὡς 引导的对格绝对结构(οὐχ ὅσιον 终),用于表示主语(拉丁人)的主观理由(“以……为神意所不容为由”)。
  5. 905λαθόντες τοὺς πολεμίους — 分词 λαθόντες(λανθάνω 的不定过去时分词)与主动词 διεκόμισαν 连用,表示动作的方式,意为“在不被敌人察觉的情况下(秘密地)运送”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.26.1-5.26.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.26.1-5.26.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。