§5.26.1μετὰ γὰρ τὴν μάχην ἐκείνην ὁ μὲν Τυρρηνῶν βασιλεὺς ἐν τῷ πλησίον ὄρει καταστρατοπεδευσάμενος, ὅθεν τὴν Ῥωμαίων φρουρὰν ἐξέβαλε, τῆς ἐπέκεινα τοῦ Τεβέριος ποταμοῦ χώρας ἁπάσης ἐκράτει.
For after that battle, the king of the Tyrrhenians, having encamped on the nearby hill from which he had driven out the Roman garrison, was master of all the territory beyond the Tiber river.
οἱ δὲ Ταρκυνίου παῖδες καὶ ὁ κηδεστὴς αὐτοῦ Μαμίλιος σχεδίαις τε καὶ σκάφαις διαβιβάσαντες τὰς ἑαυτῶν δυνάμεις ἐπὶ θάτερα μέρη τοῦ ποταμοῦ τὰ πρὸς τὴν Ῥώμην φέροντα ἐν ἐχυρῷ τίθενται χωρίῳ τὸν χάρακα· ὅθεν ὁρμώμενοι τῶν τε Ῥωμαίων ἐδῄουν τὴν γῆν καὶ τὰς αὐλὰς κατέσκαπτον καὶ τοῖς ἐπὶ νομὰς ἐξιοῦσιν ἐκ τῶν ἐρυμάτων βοσκήμασιν ἐπετίθεντο.
Meanwhile, the sons of Tarquinius and his son-in-law Mamilius, having transported their forces by rafts and boats to the other side of the river, the one leading to Rome, established their camp in a secure place; sallying forth from there, they both ravaged the land of the Romans, demolished their farm buildings, and attacked the cattle that went out from the strongholds for pasture.
§5.26.2κρατουμένης δὲ τῆς ὑπαίθρου πάσης ὑπὸ τῶν πολεμίων, καὶ οὔτʼ ἐκ γῆς εἰσκομιζομένων εἰς τὴν πόλιν τῶν ἀγορῶν οὔτε μὴν διὰ τοῦ ποταμοῦ καταγομένων ὅτι μὴ σπανίων, ταχεῖα τῶν ἀναγκαίων σπάνις ἐγένετο μυριάσι πολλαῖς τὰ παρασκευασθέντα οὐ πολλὰ ὄντα δαπανώσαις.
And since all the open country was controlled by the enemy, and provisions were neither brought into the city by land, nor indeed brought down by the river except rarely, a rapid scarcity of necessaries arose for the many tens of thousands who were consuming the stores, which were not abundant to begin with.
§5.26.3καὶ μετὰ τοῦθʼ οἱ θεράποντες πολλοὶ καταλιπόντες τοὺς δεσπότας ηὐτομόλουν ὁσημέραι, καὶ ἐκ τοῦ δημοτικοῦ πλήθους οἱ πονηρότατοι πρὸς τοὺς Τυρρηνοὺς ἀφίσταντο·
And after this, many slaves abandoned their masters and deserted daily, and the most worthless of the plebeian multitude revolted to the Tyrrhenians.
ταῦθʼ ὁρῶσι τοῖς ὑπάτοις ἔδοξε Λατίνων μὲν δεῖσθαι τῶν ἔτι αἰδουμένων τὸ συγγενὲς καὶ μένειν δοκούντων ἐν τῇ φιλίᾳ συμμαχίας σφίσι πέμψαι διὰ ταχέων, εἰς δὲ τὴν Καμπανίδα Κύμην καὶ τὰς ἐν τῷ Πωμεντίνῳ πεδίῳ πόλεις ἀποστεῖλαι πρέσβεις ἀξιώσοντας αὐτὰς σίτου σφίσιν ἐξαγωγὴν ἐπιτρέψαι.
Seeing this, the consuls resolved, on the one hand, to beg those of the Latins who still respected their kinship and seemed to remain in friendship to send them an alliance quickly, and on the other hand, to dispatch envoys to Campanian Cumae and to the cities in the Pomptine plain to ask them to permit them the export of grain.
§5.26.4Λατῖνοι μὲν οὖν διεκρούσαντο τὴν ἐπικουρίαν, ὡς οὐχ ὅσιον αὐτοῖς ὂν οὔτε Ταρκυνίοις πολεμεῖν οὔτε Ῥωμαίοις, ἐπειδὴ κοινῇ συνέθεντο πρὸς ἀμφοτέρους τὰ περὶ τῆς φιλίας ὅρκια·
The Latins, then, rejected the request for help, on the ground that it was not pious for them to make war either on the Tarquins or on the Romans, since they had jointly sworn oaths of friendship with both parties.
ἐκ δὲ τοῦ Πωμεντίνου πεδίου Λάρκιός τε καὶ Ἑρμίνιος οἱ πεμφθέντες ἐπὶ τὴν παρακομιδὴν τοῦ σίτου πρέσβεις πολλὰς γεμίσαντες σκάφας παντοίας τροφῆς ἀπὸ θαλάττης ἀνὰ τὸν ποταμὸν ἐν νυκτὶ ἀσελήνῳ λαθόντες τοὺς πολεμίους διεκόμισαν.
But from the Pomptine plain, Larcius and Herminius, the envoys who had been sent for the transport of grain, having laden many boats with all kinds of provisions, brought them through from the sea up the river on a moonless night, escaping the notice of the enemy.
§5.26.5ταχὺ δὲ καὶ ταύτης ἐξαναλωθείσης τῆς ἀγορᾶς καὶ τῆς αὐτῆς κατασχούσης τοὺς ἀνθρώπους ἀπορίας μαθὼν παρὰ τῶν αὐτομόλων ὁ Τυρρηνός, ὅτι κάμνουσιν ὑπὸ τοῦ λιμοῦ οἱ ἔνδον, ἐπεκηρυκεύσατο πρὸς αὐτοὺς ἐπιτάττων δέχεσθαι Ταρκύνιον, εἰ βούλονται πολέμου τε καὶ λιμοῦ ἀπηλλάχθαι.
But when this provision also was quickly consumed, and the same distress possessed the people, the Tyrrhenian king, having learned from the deserters that those inside were suffering from the famine, sent heralds to them ordering them to receive Tarquinius if they wished to be delivered from both war and famine.