§5.27.1οὐκ ἀνασχομένων δὲ τῶν Ῥωμαίων τὰς ἐπιταγάς, ἀλλὰ πάντα τὰ δεινὰ ὑπομένειν βουλομένων, καταμαθὼν ὁ Μούκιος, ὅτι δυεῖν αὐτοῖς συμβήσεται θάτερον ἢ μὴ διαμεῖναι πολὺν ἐν τοῖς λελογισμένοις χρόνον ὑπὸ τῆς ἀπορίας τῶν ἀναγκαίων ἐκβιασθεῖσιν, ἢ φυλάττουσι βεβαίας τὰς κρίσεις τὸν οἴκτιστον ἀπολέσθαι μόρον, δεηθεὶς τῶν ὑπάτων τὴν βουλὴν αὐτῷ συναγαγεῖν, ὡς μέγα τι καὶ ἀναγκαῖον ἐξοίσων πρὸς αὐτήν, ἐπειδὴ συνήχθη, λέγει τοιάδε· ἄνδρες πατέρες, ἐγχείρημα τολμᾶν διανοούμενος, ὑφʼ οὗ τῶν παρόντων ἀπαλλαγήσεται κακῶν ἡ πόλις, τῷ μὲν ἔργῳ πάνυ θαρρῶ καὶ ῥᾳδίως αὐτοῦ κρατήσειν οἴομαι·
由于罗马人不肯接受这些命令,而是甘愿忍受一切痛苦,穆基乌斯意识到他们必然会面临两种结果之一:要么在生活必需品的匮乏逼迫下,他们无法在深思熟虑的决定中坚持很久;要么在坚守他们坚定的决议时,以最可怜的方式死去。 于是他请求执政官为他召集元老院,意图向其提出某项重大且必要的事项。 当元老院召集起来后,他发言如下:“诸位元老,我正计划尝试一项冒险,通过这一举动,城邦将摆脱目前的灾难。
περὶ δὲ τῆς ἐμαυτοῦ ψυχῆς, εἰ περιέσται μοι μετὰ τὸ ἔργον, οὐ πολλὰς ἐλπίδας ἔχω, μᾶλλον δʼ εἰ χρὴ τἀληθὲς λέγειν οὐδεμίαν.
对于这件事情本身,我满怀信心,并认为能够轻易成功;但至于我自己的生命,在完成这件事后是否还能保全,我没有多少希望,或者说,如果必须说真话,那是一点希望也没有。
§5.27.2εἰς τοσοῦτον δὴ κίνδυνον ἐμαυτὸν καθιέναι μέλλων οὐκ ἀξιῶ λαθεῖν ἅπαντας αἰωρηθεὶς ὑπὲρ μεγάλων, ἐὰν ἄρα συμβῇ μοι διαμαρτεῖν τῆς πείρας, ἀλλʼ ἐπὶ καλοῖς ἔργοις μεγάλων ἐπαίνων τυγχάνειν, ἐξ ὧν ἀντὶ τοῦ θνητοῦ σώματος ἀθάνατον ὑπάρξει μοι κλέος.
既然我要让自己投身于如此巨大的危险之中,如果不幸在尝试中失败,我并不认为自己在为伟大的事业涉险之后却不为人知是合宜的;相反,我希望因美妙的功绩而获得巨大的赞誉,由此我将获得永恒的荣耀,以此代替这具必死的肉体。
§5.27.3δήμῳ μὲν φράζειν ἃ διανοοῦμαι πράττειν οὐκ ἀσφαλές, μή τις ἴδια κέρδη περιβαλλόμενος πρὸς τοὺς πολεμίους αὐτὰ ἐξενέγκῃ, δέον αὐτοῖς ὥσπερ μυστηρίου ἀπορρήτου φυλακῆς·
向民众说明我打算做的事情是不安全的,免得有人为了追求个人私利而将其泄露给敌人,因为这些事情本需要像守护秘密宗教仪轨一样严加防范。
ὑμῖν δʼ οὓς καθέξειν αὐτὰ πεπίστευκα ἐγκρατῶς πρώτοις τε καὶ μόνοις ἐκφέρω· παρʼ ὑμῶν δʼ οἱ ἄλλοι πολῖται ἐν τῷ προσήκοντι καιρῷ μαθήσονται.
然而对于你们——我相信你们会牢牢保守秘密——我最先且唯独向你们透露;而其他公民将在适当的时候从你们那里得知。
§5.27.4τὸ δʼ ἐγχείρημά μου τοιόνδε ἐστίν. αὐτομόλου σχῆμα μέλλω λαβὼν ἐπὶ τὸν χάρακα τῶν Τυρρηνῶν πορεύεσθαι.
” 我的计划是这样的:我准备化装成逃兵的模样,前往伊特鲁里亚人的营垒。
ἐὰν μὲν οὖν ἀπιστηθεὶς πρὸς αὐτῶν ἀποθάνω, ἑνὶ πολίτῃ μόνον ἐλάττους οἱ λοιποὶ γενήσεσθε· ἐὰν δὲ παρελθεῖν εἴσω τοῦ χάρακος ἐκγένηταί μοι, τὸν βασιλέα τῶν πολεμίων ἀποκτενεῖν ὑμῖν ὑποδέχομαι·
因此,如果我被他们怀疑并处死,你们剩下的人也只不过是减少了一个公民而已;但如果我被允许进入营垒内部,我向你们承诺,我将杀死敌人的国王。
ἀποθανόντος δὲ Πορσίνου καταλυθήσεται μὲν ὁ πόλεμος, ἐγὼ δʼ εἰ ὅ τι ἂν τῷ δαιμονίῳ δόξῃ πείσομαι, τούτων συνίστορας ὑμᾶς ἕξων καὶ μάρτυρας πρὸς τὸν δῆμον ἄπειμι τὴν κρείττονα τύχην τῆς πατρίδος ἡγεμόνα τῆς ὁδοῦ ποιησάμενος.
波塞那死后,战争将会结束;而我,虽然将承受神明所决定的一切命运,但我将在拥有你们作为这些事情的共同知情人以及向民众作证的证人的情况下出发,并以祖国更好的气运作为我旅途的向导。 」