Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.25.1-5.25.4

霍拉蒂乌斯所获殊荣与盖乌斯·穆基乌斯的登场

第 354 段,共 962 段 · 希腊语

内容简介

记述霍拉蒂乌斯的生还以及市民们对他的崇高敬意与赏赐。他虽获此殊荣,但因伤残无法再服兵役或任公职,随后引出了下一位英雄盖乌斯·穆基乌斯。

§5.25.1τοῦτο τὸ ἔργον ἀθάνατον αὐτῷ δόξαν εἰργάσατο.
这一壮举为他赢得了不朽的声誉。
παραχρῆμά τε γὰρ οἱ Ῥωμαῖοι στεφανώσαντες αὐτὸν ἀπέφερον εἰς τὴν πόλιν ὑμνοῦντες ὡς τῶν ἡρώων ἕνα, καὶ πᾶς ὁ κατοικίδιος ὄχλος ἐξεχεῖτο ποθῶν αὐτόν, ἕως ἔτι περιῆν, θεάσασθαι τὴν τελευταίαν πρόσοψιν· ἐδόκει γὰρ ὑπὸ τῶν τραυμάτων οὐκ εἰς μακρὰν διαφθαρήσεσθαι·
因为罗马人立即为他戴上花冠,将他抬回城内,赞美他为英雄之一,所有留在城内的百姓也都涌了出来,渴望在他尚存人世之时见他最后一面;因为人们认为,由于伤势严重,他不久便会死去。
§5.25.2καὶ ἐπειδὴ διέφυγε τὸν θάνατον, εἰκόνα χαλκῆν ἔνοπλον ὁ δῆμος ἔστησεν αὐτοῦ τῆς ἀγορᾶς ἐν τῷ κρατίστῳ καὶ χώραν ἐκ τῆς δημοσίας ἔδωκεν, ὅσην αὐτὸς ἐν ἡμέρᾳ μιᾷ ζεύγει βοῶν περιαρόσει·
在他免于死亡之后,民众在广场最显眼的地方为他树立了一尊全副武装的青铜像,并从公有地中拨出他自己一天之内用一双牛所能耕完的土地赐予他。
χωρὶς δὲ τῶν δημοσίᾳ δοθέντων κατὰ κεφαλὴν ἕκαστος ἀνδρῶν τε καὶ γυναικῶν, ὅτε μάλιστα δεινὴ σπάνις τῶν ἀναγκαίων ἅπαντας κατεῖχε, μιᾶς ἡμέρας τροφὴν ἐχαρίσαντο μυριάδες ἀνθρώπων αἱ §5.25.3σύμπασαι πλείους ἢ τριάκοντα.
除了公家赠予的财物外,在生活必需品极其匮乏、人人生活困窘的时刻,每一个男人和女人都将自己一日的口粮赠送给他,这些人总共超过了三万。
Ὁράτιος μὲν δὴ τοιαύτην ἀποδειξάμενος ἀρετὴν ἐν τῷ τότε χρόνῳ ζηλωτὸς μὲν εἰ καί τις ἄλλος Ῥωμαίων ἐγένετο, ἄχρηστος δʼ εἰς τὰ λοιπὰ πράγματα τῆς πόλεως διὰ τὴν πήρωσιν τῆς βάσεως· καὶ διὰ τὴν συμφορὰν ταύτην οὔθʼ ὑπατείας οὔτʼ ἄλλης ἡγεμονίας στρατιωτικῆς οὐδεμιᾶς ἔτυχεν.
霍拉蒂乌斯当时展现了如此高尚的勇气,诚然成为了罗马人中最受羡慕的人之一,但由于脚部残疾,他在城市此后的事务中便无能为力了;由于这一不幸,他既未能获得执政官之职,也未能获得任何其他军事指挥权。
§5.25.4οὗτός τε δὴ θαυμαστὸν ἔργον ἀποδειξάμενος ἐν τῷ τότε ἀγῶνι Ῥωμαίοις ἄξιος εἴπερ τις καὶ ἄλλος τῶν ἐπʼ ἀνδρείᾳ διονομασθέντων ἐπαινεῖσθαι, καὶ ἔτι πρὸς τούτῳ Γάιος Μούκιος, ᾧ Κόρδος ἐπωνύμιον ἦν, ἀνὴρ ἐξ ἐπιφανῶν πατέρων καὶ αὐτὸς ἐγχειρήματι ἐπιβαλόμενος μεγάλῳ, περὶ οὗ μικρὸν ὕστερον ἐρῶ διηγησάμενος πρῶτον, ἐν οἵαις ἡ πόλις ἦν τότε συμφοραῖς.
他在当时的战斗中展现了如此惊人的壮举,确实与任何其他因勇敢而闻名的人一样值得称赞,此外还有盖乌斯·穆基乌斯,他的绰号是科尔杜斯,是一位出身名门世家的男子,他自己也着手进行了一项伟大的冒险。 关于他,我将在首先叙述了当时城市处于怎样的灾难之后,稍后再作说明。

词汇与语法注释

  1. 5.25.1κατοικίδιος ὄχλος — 意为“留在民房中的群众”。指未能参战、留在城内(家中)的老人、妇女、儿童等非战斗人员。
  2. 5.25.2περιαρόσει — 动词 περιαρόω(耕作一圈)的将来直说发(或不定过去时虚拟语气 περιαρόσῃ 的异读),与关系代词 ὅσην 连用,构成带有可能或假设色彩的限制性关系从句:“他(实际)所能耕完的(土地面积)”。
  3. 5.25.3εἰ καί τις ἄλλος — 惯用的比较和强调表达,字面意思是“如果还有其他任何人也是如此的话”,意为“不亚于其他任何人”或“极度”。
  4. 5.25.4οὗτός τε δὴ ... καὶ ἔτι πρὸς τούτῳ Γάιος Μούκιος ... — 此句包含一个缺乏主句主动词的破格句(Anacoluthon)。虽然 οὗτος 和 Γάιος Μούκιος 以主格形式呈现,但随着后半句关系从句(περὶ οὗ...)将焦点转移到作者的叙述计划上,主句动词被省略,直接过渡到下一个主题。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.25.1-5.25.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.25.1-5.25.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。