Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.24.1-5.24.3

霍拉蒂乌斯独守断桥并跳河生还

第 353 段,共 962 段 · 希腊语

内容简介

霍拉蒂乌斯在两位同伴撤退后独自留守桥上,命令拆毁桥梁并单枪匹马阻击敌军,待桥梁拆毁后跳入河中安全生还。

§5.24.1ὡς δʼ ἐν ἀσφαλεῖ τοὺς σφετέρους ἔδοξαν γεγονέναι, δύο μὲν ἐξ αὐτῶν Ἑρμίνιός τε καὶ Λάρκιος διεφθαρμένων αὐτοῖς ἤδη τῶν σκεπαστηρίων διὰ τὰς συνεχεῖς πληγὰς ἀνεχώρουν ἐπὶ πόδα.
当他们认为自己人已处于安全境地时,他们中的两个人,即赫尔米尼乌斯和拉尔基乌斯,由于他们的防具在连续的打击下已经破损不堪,便步步后退。
Ὁράτιος δὲ μόνος ἀνακαλουμένων αὐτὸν ἀπὸ τῆς πόλεως τῶν θʼ ὑπάτων καὶ τῶν ἄλλων πολιτῶν καὶ περὶ παντὸς ποιουμένων σωθῆναι τοιοῦτον ἄνδρα τῇ πατρίδι καὶ τοῖς γειναμένοις οὐκ ἐπείσθη, ἀλλʼ ἔμενεν, ἔνθα τὸ πρῶτον ἔστη, κελεύσας τοῖς περὶ τὸν Ἑρμίνιον λέγειν πρὸς τοὺς ὑπάτους, ὡς αὐτοῦ φράσαντος, ἀποκόπτειν τὴν γέφυραν ἀπὸ τῆς πόλεως ἐν τάχει·
但只有霍拉蒂乌斯一人,尽管执政官和其他公民从城内呼唤他回去,并将为祖国和父母保全这样一位英雄视为最重要的事情,他却不为所动,而是坚守在他最初站立的地方。
ἦν δὲ μία κατʼ ἐκείνους τοὺς χρόνους ξυλόφρακτος ἄνευ σιδήρου δεδεμένη ταῖς σανίσιν αὐταῖς, ἣν καὶ μέχρις ἐμοῦ τοιαύτην φυλάττουσι Ῥωμαῖοι· ἐπιστεῖλαι δὲ τοῖς ἀνδράσιν, ὅταν τὰ πλείω τῆς γεφύρας λυθῇ καὶ βραχὺ τὸ λειπόμενον ᾖ μέρος, φράσαι πρὸς αὐτὸν σημείοις τισὶν ἢ φωνῇ γεγωνοτέρᾳ· τὰ λοιπὰ λέγων ἑαυτῷ μελήσειν.
他命令赫尔米尼乌斯等人转告执政官(便说这是他本人的口信),要迅速从城内一侧砍断桥梁——在那个时代,只有一座用木头建造、不用铁钉而仅用木板自身绑扎的桥梁,直到我的时代罗马人依然保持着这种状态——并指示那两个人,当桥的大部分被拆除、只剩下极少一部分时,通过某种信号或更大的声音通知他,并说剩下的事情他自己会处理。
§5.24.2ταῦτʼ ἐπικελευσάμενος τοῖς δυσὶν ἐπʼ αὐτῆς ἵσταται τῆς γεφύρας καὶ τῶν ὁμόσε χωρούντων οὓς μὲν τῷ ξίφει παίων, οὓς δὲ τῷ θυρεῷ περιτρέπων πάντας ἀνέστειλε τοὺς ὁρμήσαντας ἐπὶ τὴν γέφυραν·
在给这两个人交代完这些事之后,他立于桥上,在那些冲上前来的人中,他有的用剑砍,有的用盾撞,将所有企图冲上桥的人全部击退。
οὐκέτι γὰρ εἰς χεῖρας αὐτῷ χωρεῖν ἐτόλμων οἱ διώκοντες ὡς μεμηνότι καὶ θανατῶντι· καὶ ἅμα οὐδὲ ῥᾴδιον αὐτῷ προσελθεῖν ὑπάρχον ἐξ εὐωνύμων μὲν καὶ δεξιῶν ἔχοντι πρόβλημα τὸν ποταμόν, ἐκ δὲ τοῦ κατὰ πρόσωπον ὅπλων τε καὶ νεκρῶν σωρόν·
因为追击者再也不敢与他近身肉搏,认为他已经发疯并一心求死;同时,要接近他也绝非易事,因为他左右两旁有大河作为屏障,而正面则堆积着武器和尸体。
ἀλλʼ ἄπωθεν ἑστῶτες ἀθρόοι λόγχαις τε καὶ σαυνίοις καὶ λίθοις χειροπληθέσιν ἔβαλλον, οἷς δὲ μὴ παρῆν ταῦτα τοῖς ξίφεσι καὶ §5.24.3ταῖς ἀσπίσι τῶν νεκρῶν.
于是他们密集地站在远处,向他投掷长枪、标枪和手掌大小的石块,没有这些武器的人,就扔死者的剑和盾。
ὁ δʼ ἠμύνετο τοῖς ἐκείνων χρώμενος ὅπλοις κατʼ αὐτῶν καὶ ἔμελλεν ὥσπερ εἰκὸς εἰς ἀθρόους βάλλων ἀεί τινος τεύξεσθαι σκοποῦ.
他用敌人的武器来反击他们,因为他是向密集的敌群投掷,正如所料,他必定总是能击中目标。
ἤδη δὲ καταβελὴς ὢν καὶ τραυμάτων πλῆθος ἐν πολλοῖς μέρεσι τοῦ σώματος ἔχων, μίαν δὲ πληγὴν λόγχης, ἣ διὰ θατέρου τῶν γλουτῶν ὑπὲρ τῆς κεφαλῆς τοῦ μηροῦ ἀντία ἐνεχθεῖσα ἐκάκωσεν αὐτὸν ὀδύναις καὶ τὴν βάσιν ἔβλαπτεν, ἐπειδὴ τῶν κατόπιν ἤκουσεν ἐμβοησάντων λελύσθαι τῆς γεφύρας τὸ πλέον μέρος, καθάλλεται σὺν τοῖς ὅπλοις εἰς τὸν ποταμὸν καὶ διανηξάμενος τὸ ῥεῦμα χαλεπῶς πάνυ· περὶ γὰρ τοῖς ὑπερείσμασι τῶν σανίδων σχιζόμενος ὁ ῥοῦς ὀξὺς ἦν καὶ δίνας ἐποίει μεγάλας·
此时,他已被投射物击中累累,身体多处负伤,特别是有一处枪伤,正面直穿过他的一侧臀部、位于股骨头上方,这使他痛苦万分并影响了行走。 当他听到身后的人大喊桥的大部分已经被拆毁时,他便带着武器跳入河中,历经极大的艰难游过了河水——因为在木板桥桩周围分流的河水十分湍急,并形成了巨大的漩涡。
ἐξεκολύμβησεν εἰς τὴν γῆν οὐδὲν τῶν ὅπλων ἐν τῷ νεῖν ἀποβαλών.
他游上了岸,在游泳过程中没有丢弃任何一件武器。

词汇与语法注释

  1. 899ὡς αὐτοῦ φράσαντος — 结合了 ὡς 与属格绝对结构(αὐτοῦ φράσαντος)。尽管 αὐτοῦ 指的是主句动作的主体(即分词 κελεύσας 的发出者霍拉蒂乌斯本人),但在此处带有 ὡς 的结构表示主观原因或转述其本人的口信,意为“便说这是他本人说的话”。
  2. 899ἐπιστεῖλαι — 不定式。它与前文的分词 κελεύσας(命令)并列并受其支配。这一结构表明霍拉蒂乌斯命令赫尔米尼乌斯等人做两件事:首先,转告(λέγειν)执政官,其次,指示(ἐπιστεῖλαι)那些拆桥的人。
  3. p.v.2p.174οἷς δὲ μὴ παρῆν ταῦτα τοῖς ξίφεσι καὶ ταῖς ἀσπίσι τῶν νεκρῶν — 包含关系从句的高度省略句式,省去了主句动词 ἔβαλλον(投掷)以避免重复。οἷς 是与格关系代名词,包含其主格先行词(意为“那些没有这些武器的人”)。后半句的 τοῖς ξίφεσι καὶ ταῖς ἀσπίσι 为工具与格,作为省略动词的宾语或手段,意为“[扔了]死者的剑和盾”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.24.1-5.24.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.24.1-5.24.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。