§5.18.1Ἰούνιος μὲν δὴ Βροῦτος ὁ τὴν βασιλείαν ἐκβαλὼν καὶ πρῶτος ἀποδειχθεὶς ὕπατος, ὀψὲ μὲν εἰς ἐπιφάνειαν προελθών, ἀκαρῆ δὲ χρόνον ἀνθήσας ἐν αὐτῇ Ῥωμαίων ἁπάντων κράτιστος φανεὶς τοιαύτης τελευτῆς ἔτυχε, γενεὰν οὔτε ἄρρενα καταλιπὼν οὔτε θήλειαν, ὡς οἱ τὰ Ῥωμαίων σαφέστατα ἐξητακότες γράφουσι, τεκμήρια πολλὰ μὲν καὶ ἄλλα τούτου φέροντες, ὑπὲρ ἅπαντα δʼ ὃ δυσαντίλεκτόν ἐστιν, ὅτι τοῦ πατρικίων γένους ἐκεῖνος ἦν, οἱ δʼ ἀπʼ ἐκείνης αὑτοὺς λέγοντες εἶναι τῆς οἰκίας Ἰούνιοί τε καὶ Βροῦτοι πάντες ἦσαν πλήβειοι καὶ τὰς ἀρχὰς μετῄεσαν, ἃς τοῖς δημοτικοῖς μετιέναι νόμος, ἀγορανομίας τε καὶ δημαρχίας, ὑπατείαν δʼ οὐδείς, ἧς τοῖς πατρικίοις μετῆν.
尤尼乌斯·布鲁图斯,即驱逐君王并首任执政官者,虽大器晚成,但在其显赫地位中仅辉煌了极短的时间,显现为所有罗马人中最优秀的人物,却迎来了这样的结局。 正如那些最精确地考证罗马历史的人所写,他没有留下任何男性或女性的子嗣。 他们为此举出了许多其他的证据,但最无可争议的是,他出身于贵族家族,而所有声称属于该家族的尤尼乌斯和布鲁图斯人全都是平民,他们所追求的只是法律允许平民追求的官职,即市政官和护民官,而没有任何人追求属于贵族的执政官职。
§5.18.2ὀψὲ δέ ποτε καὶ ταύτης ἔτυχον τῆς ἀρχῆς, ὅτε συνεχωρήθη καὶ τοῖς δημοτικοῖς αὐτὴν λαβεῖν.
直到很晚以后,当平民也被允许担任执政官时,他们才获得了这一官职。
ἀλλʼ ὑπὲρ μὲν τούτων οἷς μέλει τε καὶ διαφέρει τὸ σαφὲς εἰδέναι παρίημι σκοπεῖν.
不过,对于这些事情,我且留给那些关心并认为有必要了解确切真相的人去考证。