§5.19.1μετὰ δὲ τὴν Βρούτου τελευτὴν ὁ συνύπατος αὐτοῦ Οὐαλέριος ὕποπτος γίνεται τοῖς δημοτικοῖς ὡς βασιλείαν κατασκευαζόμενος·
布鲁图斯死后,他的同僚执政官瓦莱里乌斯受到平民的怀疑,被认为企图建立王政。
πρῶτον μὲν ὅτι μόνος κατέσχε τὴν ἀρχὴν δέον εὐθὺς ἑλέσθαι συνύπατον, ὥσπερ ὁ Βροῦτος ἐποίησε Κολλατῖνον ἐκβαλών· ἔπειθʼ ὅτι τὴν οἰκίαν ἐν ἐπιφθόνῳ τόπῳ κατεσκευάσατο λόφον ὑπερκείμενον τῆς ἀγορᾶς ὑψηλὸν ἐπιεικῶς καὶ περίτομον, ὃν καλοῦσι Ῥωμαῖοι Οὐελίαν, §5.19.2ἐκλεξάμενος.
首先是因为他独自一人把持官职,而他本应立即选出一位同僚,正如布鲁图斯驱逐科拉提努斯后所做的那样;其次是因为他把住宅建在一个招人嫉妒的地方,选在了一座俯瞰广场、相当高且陡峭的丘陵上,罗马人称之为维里亚。
πυθόμενος δὲ παρὰ τῶν ἐπιτηδείων, ὅτι ταῦτα λυπεῖ τὸν δῆμον, ἀρχαιρεσιῶν προθεὶς ἡμέραν ὕπατον αἱρεῖται Σπόριον Λουκρήτιον, ὃς οὐ πολλὰς ἡμέρας τὴν ἀρχὴν κατασχὼν ἀποθνήσκει.
但他从亲友处得知这些事情让平民感到忧虑后,便确定了选举的日期,选出斯普里乌斯·鲁克莱提乌斯为执政官,而后者在任职仅几天后便去世了。
εἰς δὲ τὸν ἐκείνου τόπον καθίστησι Μάρκον Ὁράτιον, καὶ τὴν οἰκίαν ἀπὸ τοῦ λόφου μετατίθεται κάτω, ἵνʼ ἐξείη Ῥωμαίοις, ὡς αὐτὸς ἐκκλησιάζων ἔφη, βάλλειν αὐτὸν ἄνωθεν ἀπὸ τοῦ μετεώρου τοῖς λίθοις, ἐάν τι λάβωσιν ἀδικοῦντα.
于是在其空缺的位置上,他指派了马尔库斯·奥拉提乌斯,并将住宅从丘陵上迁至下方,以便如他在民会上发言时所说,如果罗马人发现他有任何不轨行为,可以从上方的高处用石头砸他。
§5.19.3βεβαίαν τε πίστιν ὑπὲρ τῆς ἐλευθερίας τοὺς δημοτικοὺς λαβεῖν βουλόμενος ἀφεῖλεν ἀπὸ τῶν ῥάβδων τοὺς πελέκεις, καὶ κατεστήσατο τοῖς μεθʼ ἑαυτὸν ὑπάτοις ἔθος, ὃ καὶ μέχρι τῆς ἐμῆς διέμεινεν ἡλικίας, ὅταν ἔξωθεν τῆς πόλεως γένωνται χρῆσθαι τοῖς πελέκεσιν, ἔνδον δὲ ταῖς ῥάβδοις κοσμεῖσθαι μόναις·
为了让平民对自由抱有坚定的信心,他从笞棒中去除了斧头,并为他之后的执政官定下了一项一直延续到我这个时代的习惯:当他们在城外时可以使用斧头,而在城内时则仅以笞棒为饰。
§5.19.4νόμους τε φιλανθρωποτάτους ἔθετο βοηθείας ἔχοντας τοῖς δημοτικοῖς·
他还制定了极具仁慈色彩、旨在保护平民的法律。
ἕνα μέν, ἐν ᾧ διαρρήδην ἀπεῖπεν ἄρχοντα μηδένα εἶναι Ῥωμαίων, ὃς ἂν μὴ παρὰ τοῦ δήμου λάβῃ τὴν ἀρχήν, θάνατον ἐπιθεὶς ζημίαν, ἐάν τις παρὰ ταῦτα ποιῇ, καὶ τὸν ἀποκτείναντα τούτων τινὰ ποιῶν ἀθῷον·
其中一部法律明文禁止任何未从民意中获得官职的罗马人担任政务官,若有人违反此规定则处以死刑,并免除杀死此类人者的罪名。
ἕτερον δʼ, ἐν ᾧ γέγραπται, Ἐάν τις ἄρχων Ῥωμαίων τινὰ ἀποκτείνειν ἢ μαστιγοῦν ἢ ζημιοῦν εἰς χρήματα θέλῃ, ἐξεῖναι τῷ ἰδιώτῃ προκαλεῖσθαι τὴν ἀρχὴν ἐπὶ τὴν τοῦ δήμου κρίσιν, πάσχειν δʼ ἐν τῷ μεταξὺ χρόνῳ μηδὲν ὑπὸ τῆς ἀρχῆς, ἕως ἂν ὁ δῆμος ὑπὲρ αὐτοῦ ψηφίσηται.
另一部法律则写道:“如果任何罗马政务官想要处死、鞭笞或处以罚金于任何罗马公民,该私人有权向民兵的大会提起诉讼,对政务官的决定进行申诉,在此期间,他不受政务官的任何惩罚,直到人民对其进行表决。
§5.19.5ἐκ τούτων γίνεται τῶν πολιτευμάτων τίμιος τοῖς δημοτικοῖς, καὶ τίθενται αὐτῷ ἐπωνύμιον Ποπλικόλαν·
” 通过这些施政,他赢得了平民的尊重,平民赋予他“波普利科拉”的绰号。
τοῦτο κατὰ τὴν Ἑλλήνων διάλεκτον βούλεται δηλοῦν δημοκηδῆ.
这在希腊语中意为“关怀平民者”。
καὶ τὰ μὲν ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ συντελεσθέντα ὑπὸ τῶν ὑπάτων τοιάδε ἦν·
在那一年由执政官们所完成的事务如下: