Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §5.17.1-5.17.6

布鲁图斯的葬礼与追悼演说的起源

第 346 段,共 962 段 · 希腊语

内容简介

战斗结束后,布鲁图斯的葬礼在罗马隆重举行,执政官瓦莱里乌斯发表了首次葬礼演说。著者结合与雅典制度的对比,阐明这种赞美死者的习惯是起源于罗马的古老且更优越的制度。

§5.17.1τοιοῦτο μὲν ἡ μάχη τέλος ἔλαβεν·
\n战斗这样宣告结束。
τῇ δʼ ἑξῆς ἡμέρᾳ σκυλεύσαντες οἱ Ῥωμαῖοι τοὺς τῶν πολεμίων νεκροὺς καὶ τοὺς ἑαυτῶν θάψαντες ἀπῄεσαν.
次日,罗马人在剥去了敌方死者的甲胄并埋葬了己方的死者之后离去。
τὸ δὲ Βρούτου σῶμα ἀράμενοι μετὰ πολλῶν ἐπαίνων τε καὶ δακρύων εἰς τὴν Ῥώμην ἀπεκόμιζον οἱ κράτιστοι τῶν ἱππέων στεφάνοις κεκοσμημένον ἀριστείοις.
最杰出的骑兵们抬着被授予象征卓越功勋的花冠所装饰的布鲁图斯的遗体,在无数的赞美与眼泪中,将其送回罗马。
§5.17.2ὑπήντα δʼ αὐτοῖς ἥ τε βουλὴ θριάμβου καταγωγῇ ψηφισαμένη κοσμῆσαι τὸν ἡγεμόνα, καὶ ὁ δῆμος ἅπας κρατῆρσι καὶ τραπέζαις ὑποδεχόμενος τὴν στρατιάν.
\n\n元老院出面迎候他们,并投票决定以凯旋式的仪礼来表彰这位将领,全体民众也备好酒瓮与餐桌来迎接军队。
ὡς δʼ εἰς τὴν πόλιν ἀφίκοντο, πομπεύσας ὁ ὕπατος, ὡς τοῖς βασιλεῦσιν ἔθος ἦν, ὅτε τὰς τροπαιφόρους πομπάς τε καὶ θυσίας ἐπιτελοῖεν, καὶ τὰ σκῦλα τοῖς θεοῖς ἀναθείς, ἐκείνην μὲν τὴν ἡμέραν ἱερὰν ἀνῆκε καὶ τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν ἑστιάσει ὑπεδέχετο·
当他们进入城内后,执政官像昔日君王举行凯旋游行和祭祀时的惯例那样举行了游行,并在将战利品奉献给诸神后,宣布该日为神圣的节日,举行宴会款待最杰出的公民们。
τῇ δʼ ἑξῆς ἡμέρᾳ φαιὰν ἐσθῆτα λαβὼν καὶ τὸ Βρούτου σῶμα προθεὶς ἐν ἀγορᾷ κεκοσμημένον ἐπὶ στρωμνῆς ἐκπρεποῦς συνεκάλει τὸν δῆμον εἰς ἐκκλησίαν καὶ προελθὼν ἐπὶ τὸ βῆμα τὸν ἐπιτάφιον ἔλεξεν ἐπʼ §5.17.3αὐτῷ λόγον.
次日,他换上丧服,将布鲁图斯那用华丽卧榻装饰的遗体停放在广场上,召集民众召开大会,登上讲坛,为他\n\n 发表了葬礼演说。
εἰ μὲν οὖν Οὐαλέριος πρῶτος κατεστήσατο τὸν νόμον τόνδε Ῥωμαίοις ἢ κείμενον ὑπὸ τῶν βασιλέων παρέλαβεν, οὐκ ἔχω τὸ σαφὲς εἰπεῖν·
关于究竟是瓦莱里乌斯首先为罗马人制定了这项法律,还是他继承了由昔日君王所确立的法律,我无法确切地说明。
ὅτι δὲ Ῥωμαίων ἐστὶν ἀρχαῖον εὕρεμα τὸ παρὰ τὰς ταφὰς τῶν ἐπισήμων ἀνδρῶν ἐπαίνους τῆς ἀρετῆς αὐτῶν λέγεσθαι καὶ οὐχ Ἕλληνες αὐτὸ κατεστήσαντο πρῶτοι, παρὰ τῆς κοινῆς ἱστορίας οἶδα μαθών, ἣν ποιητῶν τε οἱ παλαιότατοι καὶ συγγραφέων οἱ λογιώτατοι παραδεδώκασιν.
但是,在著名人物的葬礼上宣读对其美德的赞辞,是罗马人的古老发明,而非希腊人首先确立了这一习惯,这一点我是从最古老的诗人和最博学的历史学家所流传下来的共同历史中得知的。
§5.17.4ἀγῶνας μὲν γὰρ ἐπιταφίους τιθεμένους ἐπὶ τοῖς ἐνδόξοις ἀνδράσι γυμνικούς τε καὶ ἱππικοὺς ὑπὸ τῶν προσηκόντων ἱστορήκασιν, ὡς ὑπό τʼ Ἀχιλλέως ἐπὶ Πατρόκλῳ καὶ ἔτι πρότερον ὑφʼ Ἡρακλέους ἐπὶ Πέλοπι· ἐπαίνους δὲ λεγομένους ἐπʼ αὐτοῖς οὐ γράφουσιν ἔξω τῶν Ἀθήνησι τραγῳδοποιῶν, οἳ κολακεύοντες τὴν πόλιν ἐπὶ τοῖς ὑπὸ Θησέως θαπτομένοις καὶ τοῦτʼ ἐμύθευσαν.
\n\n因为历史学家记载了亲属为显赫人物举行体育和骑马的葬礼竞技,如阿喀琉斯为帕特罗克洛斯举行,更早的如赫拉克勒斯为佩洛普斯举行;但他们并没有记载为他们宣读赞辞,除了雅典的悲剧作家,这些作家为了讨好城邦,在关于被忒修斯埋葬的人的事情上也虚构了这一点。
ὀψὲ γάρ ποτε Ἀθηναῖοι προσέθεσαν τὸν ἐπιτάφιον ἔπαινον τῷ νόμῳ, εἴτʼ ἀπὸ τῶν ἐπʼ Ἀρτεμισίῳ καὶ περὶ Σαλαμῖνα καὶ ἐν Πλαταιαῖς ὑπὲρ τῆς πατρίδος ἀποθανόντων ἀρξάμενοι, εἴτʼ ἀπὸ τῶν περὶ Μαραθῶνα ἔργων.
因为雅典人是在很晚的时候才将葬礼赞辞加入法律的,这或是始于在阿尔特米西翁、萨拉米斯和普拉提亚为祖国献身的战士,或是始于马拉松战役的事迹。
ὑστερεῖ δὲ καὶ τὰ Μαραθώνια τῆς Βρούτου ταφῆς, εἰ δὴ ἀπὸ τούτων πρώτων ἤρξαντο οἱ ἔπαινοι λέγεσθαι τοῖς ἀπογενομένοις, ἑκκαίδεκα ἔτεσιν.
如果对死者的赞辞确实是从这第一批人开始说起的话,那么马拉松战役也比布鲁图斯的葬礼晚了十六年。
§5.17.5εἰ δέ τις ἐάσας σκοπεῖν, οἵ τινες ἦσαν οἱ πρῶτοι τοὺς ἐπιταφίους ἐπαίνους καταστησάμενοι, τὸν νόμον αὐτὸν ἐφʼ ἑαυτοῦ βουληθείη καταμαθεῖν, παρʼ ὁποτέροις ἄμεινον ἔχει, τοσούτῳ φρονιμώτερον εὑρήσει παρὰ τοῖσδε κείμενον αὐτὸν ἢ παρʼ ἐκείνοις, ὅσῳ γʼ Ἀθηναῖοι μὲν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις καταστήσασθαι τοὺς ἐπιταφίους ἀγορεύεσθαι λόγους δοκοῦσιν ἐκ μιᾶς τῆς περὶ τὸν θάνατον ἀρετῆς, κἂν τἆλλα φαῦλος γένηταί τις, ἐξετάζειν οἰόμενοι δεῖν τοὺς ἀγαθούς·
\n\n但是,如果有人搁置谁是最初确立葬礼赞辞的讨论,而希望考量法律本身,以判定在哪一方手中它更为优越,那么他会发现,在罗马人这里确立的法律比在希腊人那里要英明得多。
§5.17.6Ῥωμαῖοι δὲ πᾶσι τοῖς ἐνδόξοις ἀνδράσιν, ἐάν τε πολέμων ἡγεμονίας λαβόντες ἐάν τε πολιτικῶν ἔργων προστασίας συνετὰ βουλεύματα καὶ πράξεις ἀποδείξωνται καλάς, ταύτην ἔταξαν εἶναι τὴν τιμήν, οὐ μόνον τοῖς κατὰ πόλεμον ἀποθανοῦσιν, ἀλλὰ καὶ τοῖς ὁποιᾳδήποτε χρησαμένοις τοῦ βίου τελευτῇ, ἐξ ἁπάσης τῆς περὶ τὸν βίον ἀρετῆς οἰόμενοι δεῖν ἐπαινεῖσθαι τοὺς ἀγαθούς, οὐκ ἐκ μιᾶς τῆς περὶ τὸν θάνατον εὐκλείας.
因为雅典人似乎是为那些在战争中牺牲而被埋葬的人确立了发表葬礼演说的习惯,仅凭他们在死亡中展现出的单一美德(即使一个人在其他方面很庸碌,他们也认为应当以此来审视善人);\n\n而罗马人则规定,所有的显赫人物,无论是担任过战争统帅,还是在平民政务的领导中展现了明智的谋略和高尚的行为,都可以获得这项荣誉;这不仅适用于在战争中牺牲的人,也适用于以任何方式结束生命的人。 因为他们认为,善人应该因其一生的全部美德而受到赞颂,而不是仅因其死时的一时荣耀。

词汇与语法注释

  1. 5.17.2θριάμβου καταγωγῇ — 手段或方式与格,用于修饰动词 `κοσμῆσαι`(表彰)或分词 `ψηφισαμένη`(投票决定)。
  2. 5.17.5τοσούτῳ ... ὅσῳ — 带有表示程度差异的与格的相关结构,意为“在多大程度上……就在多大程度上更……”,用于对比该法律在雅典人与罗马人那里的英明程度。
  3. 5.17.5κἂν τἆλλα φαῦλος γένηται τις — `κἂν` 是 `καὶ ἐάν`(即使……)的缩合。`τἆλλα`(即 `τὰ ἄλλα`)作为关系对格(在其他方面)发挥作用。
  4. 5.17.6Ῥωμαῖοι δὲ — 此处的主语与 5.17.5 从句中的 `Ἀθηναῖοι μὲν` 形成对比,完成了由主句动词 `εὑρήσει` 引导的比较结构的后半部分。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §5.17.1-5.17.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:5.17.1-5.17.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。