Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.85.1-4.85.4

塔克文国王被拒城外与流亡加比伊

第 329 段,共 962 段 · 希腊语

内容简介

塔克文国王得知叛乱后急忙赶回罗马,但发现城门紧闭,于是退回军营。然而,那里的军队也已决定支持新政权,国王被迫逃往加比伊,而指挥官们则达成休战并返回家乡。

§4.85.1βασιλεὺς δὲ Ταρκύνιος ὡς ἤκουσε παρὰ τῶν ἀπὸ τῆς πόλεως ἀγγέλων, οἷς ἐξεγένετο πρώτοις πρὶν ἢ κλεισθῆναι τὰς πύλας διαδρᾶναι, τοσοῦτο μόνον ἀπαγγελλόντων, ὅτι κατέχει τὴν ἐκκλησίαν Βροῦτος δημαγωγῶν καὶ τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν παρακαλῶν, οὐδενὶ τῶν ἄλλων φράσας ἠπείγετο τοὺς υἱοὺς ἀναλαβὼν καὶ τῶν ἑταίρων τοὺς πιστοτάτους, ἐλαύνων τοὺς ἵππους ἀπὸ ῥυτῆρος, ὡς φθάσων τὴν ἀπόστασιν.
塔克文国王从城里来的使者们(他们是在城门关闭前第一批逃出来的人)那里听说,他们仅报告了这么多,即布鲁图斯控制了大会,引导着民众,并号召公民们争取自由。 他没有告诉其他任何人,而是带着他的儿子们和最信任的同伴急忙出发,全速策马奔跑,企图抢在叛乱之前阻止。
εὑρὼν δὲ κεκλεισμένας τὰς πύλας καὶ μεστὰς ὅπλων τὰς ἐπάλξεις ᾤχετο πάλιν ἐπὶ τὸ στρατόπεδον ὡς εἶχε τάχους οἰμώζων καὶ δεινοπαθῶν.
但当他发现城门紧闭、城墙上布满兵器时,他便尽可能快地退回军营,一路哀叹,痛苦万分。
§4.85.2ἔτυχε δὲ καὶ τἀκεῖ πράγματα ἤδη διεφθαρμένα.
然而,那里的局势碰巧也已经败坏。
οἱ γὰρ ὕπατοι ταχεῖαν αὐτοῦ τὴν παρουσίαν ἐπὶ τὴν πόλιν προορώμενοι πέμπουσι γράμματα καθʼ ἑτέρας ὁδοὺς πρὸς τοὺς ἐπὶ τοῦ στρατοπέδου παρακαλοῦντες αὐτοὺς ἀποστῆναι τοῦ τυράννου καὶ τὰ δόξαντα τοῖς ἐν ἄστει ποιοῦντες φανερά.
因为执政官们预料到他会迅速返回城市,便派人沿着其他道路给军营里的人送去信件,号召他们背叛僭主,并将城中居民所决定的事情公之于众。
§4.85.3ταῦτα τὰ γράμματα λαβόντες οἱ καταλειφθέντες ὑπὸ τοῦ βασιλέως ὕπαρχοι Τῖτος Ἑρμίνιος καὶ Μάρκος Ὁράτιος ἀνέγνωσαν ἐν ἐκκλησίᾳ·
被国王留下的副将提图斯·赫尔米尼乌斯和马尔库斯·奥拉提乌斯收到这些信件后,在军中集会上宣读了它们。
καὶ γνώμας διερωτήσαντες κατὰ λόχους, ὅ τι χρὴ ποιεῖν, ἐπειδὴ πᾶσιν ἐφάνη κύρια ἡγεῖσθαι τὰ κριθέντα ὑπὸ τῆς πόλεως, οὐκέτι προσδέχονται παραγενηθέντα τὸν Ταρκύνιον.
并按百人队逐一询问他们应当如何行事的意见。 当所有人均认为应当将城中所作的决议视为有效时,他们便不再接纳到达的塔克文。
§4.85.4ἀπωσθεὶς δὴ καὶ ταύτης ὁ βασιλεὺς τῆς ἐλπίδος φεύγει σὺν ὀλίγοις εἰς Γαβίων πόλιν, ἧς βασιλέα τὸν πρεσβύτερον ἀπέδειξε τῶν υἱῶν Σέξτον, ὡς καὶ πρότερον ἔφην·
国王这方面的希望也落了空,便带着少数人逃往加比伊城。 正如我之前所说,他曾立长子塞克斯图斯为该城的国王。
ἡλικίαν μὲν ἤδη πολιὸς ὤν, ἔτη δὲ πέντε καὶ εἴκοσι τὴν βασιλείαν κατασχών.
此时他已是白发苍苍的老人,统治了王位二十五年。
οἱ δὲ περὶ τὸν Ἑρμίνιόν τε καὶ τὸν Ὁράτιον ἀνοχὰς τοῦ πολέμου καταστησάμενοι πρὸς τοὺς Ἀρδεάτας πεντεκαιδεκαετεῖς ἀπήγαγον ἐπʼ οἴκου τὰς δυνάμεις.
而赫尔米尼乌斯和奥拉提乌斯等人与阿尔德亚人达成了十五年的休战协定,将军队带回了家乡。

词汇与语法注释

  1. 4.85.1τοσοῦτο μόνον ἀπαγγελλόντων — 属格分词 ἀπαγγελλόντων 与前面的属格名词 ἀγγέλων 一致,或者作为由 ἤκουσε 支配的属格宾语(“听见他们报告……”)。
  2. 4.85.1οἷς ἐξεγένετο πρώτοις ... διαδρᾶναι — 无人称动词 ἐξεγένετο(可能、有机会)与与格 οἷς ... πρώτοις 及不定式 διαδρᾶναι 连用,意为“他们是第一批得以逃脱的人”。
  3. 4.85.1ὡς εἶχε τάχους — 这是一个由 ὡς + ἔχω(此处为未完成过去时 εἶχε)+ 部分属格(τάχους)构成的惯用表达,意为“尽可能快地”。
  4. 4.85.2ἔτυχε δὲ καὶ τἀκεῖ πράγματα ἤδη διεφθαρμένα — 动词 τυγχάνω(此处为未完成过去时 ἔτυχε)与主格分词 διεφθαρμένα(中性复数,与主语 τἀκεῖ πράγματα 一致)连用,意为“那里的局势碰巧也已经败坏”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.85.1-4.85.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.85.1-4.85.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。