Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.83.1-4.83.5

布鲁图斯陈明起义的胜算并激励众人

第 327 段,共 962 段 · 希腊语

内容简介

布鲁图斯指出神明、公民自身和盟友的力量是斗争的凭借,并安抚大众称军营中的士兵因其家属人质及特赦承诺必然会归顺,以此激励大家勇敢起义。

§4.83.1τίσιν οὖν ἀφορμαῖς εἰς τὰ πράγματα χρησόμεθα καὶ ποίαις συμμαχίαις;
那么,我们将凭借什么样的资源投身于这项事业,又需要什么样的同盟呢?
τοῦτο γὰρ λοιπὸν εἰπεῖν.
因为这是最后需要说明的。
πρώταις μὲν ταῖς παρὰ τῶν θεῶν ἐλπίσιν, ὧν ἱερὰ καὶ τεμένη καὶ βωμοὺς μιαίνει Ταρκύνιος ταῖς αἱμοφύρτοις χερσὶ καὶ παντὸς ἐμφυλίου γεμούσαις ἄγους θυσιῶν καὶ σπονδῶν καταρχόμενος· ἔπειτα ταῖς ἐξ ἡμῶν αὐτῶν οὔτʼ ὀλίγων ὄντων οὔτʼ ἀπείρων πολέμου· πρὸς δὲ τούτοις ταῖς παρὰ τῶν συμμάχων ἐπικουρίαις, οἳ μὴ καλούντων μὲν ἡμῶν οὐδὲν ἀξιώσουσι πολυπραγμονεῖν, ἐὰν δʼ ἀρετῆς ὁρῶσι μεταποιουμένους ἄσμενοι συναροῦνται τοῦ πολέμου·
首先是神明带给我们的希望,塔克文正用他那沾满鲜血、充斥着同胞杀戮罪孽的双手,在主持祭祀和奠酒时玷污着神明的神殿、圣域和祭坛;其次是我们自身的希望,我们既非人数稀少,亦非对战争毫无经验;除此以外,还有盟友们的援助,如果我们不发出邀请,他们断不会多管闲事,但若看到我们追求美德,便会欣然共同参与战争。
τυραννὶς γὰρ ἅπασιν ἐχθρὰ τοῖς βουλομένοις ἐλευθέροις εἶναι.
因为对于所有渴望自由的人来说,僭主统治都是公敌。
§4.83.2εἰ δέ τινες ὑμῶν τοὺς ἐπὶ στρατοπέδου συνόντας ἅμα Ταρκυνίῳ πολίτας δεδοίκασιν, ὡς ἐκείνῳ μὲν συναγωνιουμένους, ἡμῖν δὲ πολεμήσοντας, οὐκ ὀρθῶς δεδοίκασι.
如果你们中有人害怕在军营中与塔克文在一起的公民,以为他们会为他助战并与我们为敌,那么这种担心是错误的。
βαρεῖα γὰρ κἀκείνοις ἡ τυραννὶς καὶ ἔμφυτος ἅπασιν ἀνθρώποις ὁ τῆς ἐλευθερίας πόθος, καὶ πᾶσα μεταβολῆς πρόφασις τοῖς διʼ ἀνάγκην ταλαιπωροῦσιν ἱκανή·
因为对他们而言,僭主统治同样沉重,而且对自由的渴望是所有人与生俱来的,任何变革的借口对于那些因被迫而受苦的人来说都是充分的。
οὕς, εἰ ψηφιεῖσθε τῇ πατρίδι βοηθεῖν, οὐ φόβος ὁ καθέξων ἔσται παρὰ τοῖς τυράννοις, οὐ χάρις, οὐχ ἕτερόν τι τῶν βιαζομένων ἢ πειθόντων ἀνθρώπους τὰ §4.83.3μὴ δίκαια πράττειν.
只要你们决议救援祖国,留在僭主那一边的将不会是恐惧,不是恩义,也不是任何其他强迫或说服人们去做出不义之事的力量。
εἰ δέ τισιν αὐτῶν ἄρα διὰ κακὴν φύσιν ἢ πονηρὰς τροφὰς τὸ φιλοτύραννον ἐμπέφυκεν οὐ πολλοῖς οὖσι μὰ Δία, μεγάλαις καὶ τούτους ἀνάγκαις ἐνζεύξομεν, ὥστʼ ἐκ πονηρῶν γενέσθαι χρηστούς·
如果他们中确实有人由于恶劣的天性或不良的教养,而根深蒂固地喜爱僭主统治——凭宙斯起誓,这样的人并不多——我们也会用重大的必然性来约束他们,使他们去恶从善。
ὅμηρα γὰρ αὐτῶν ἔχομεν ἐν τῇ πόλει τέκνα καὶ γυναῖκας καὶ γονεῖς, ἃ τιμιώτερα τῆς ἰδίας ἐστὶν ἑκάστῳ ψυχῆς.
因为我们在城里掌握着他们作为人质的子女、妻子和父母,这些对每个人来说都比自己的性命更为珍贵。
ταῦτά τʼ οὖν αὐτοῖς ἀποδώσειν, ἐὰν ἀποστῶσι τῶν τυράννων, ὑπισχνούμενοι καὶ ἄδειαν ὧν ἥμαρτον ψηφιζόμενοι ῥᾳδίως πείσομεν.
因此,只要我们承诺在他们背叛僭主时将这些归还给他们,并决议赦免他们过去的过错,我们便能轻易说服他们。
§4.83.4ὥστε θαρροῦντες, ὦ δημόται, καὶ ἀγαθὰς ἔχοντες ὑπὲρ τῶν μελλόντων ἐλπίδας χωρεῖτε πρὸς τὸν ἀγῶνα, κάλλιστον ὧν πώποτε ἤρασθε πολέμων τόνδε ὑποστησόμενοι.
所以,平民们,拿出勇气,对未来抱有美好的希望,奔向这场斗争吧,去承担起你们迄今承担过的战争中最光荣的一场。
ἡμεῖς μὲν οὖν, ὦ θεοὶ πατρῷοι, φύλακες ἀγαθοὶ τῆσδε τῆς γῆς, καὶ δαίμονες, οἳ τοὺς πατέρας ἡμῶν λελόγχατε, καὶ πόλις θεοφιλεστάτη πόλεων, ἐν ᾗ γενέσεώς τε καὶ τροφῆς ἐτύχομεν, ἀμυνοῦμεν ὑμῖν καὶ γνώμαις καὶ λόγοις καὶ χερσὶ καὶ ψυχαῖς, καὶ πάσχειν ἕτοιμοι πᾶν, ὅ τι ἂν ὁ δαίμων καὶ τὸ χρεὼν φέρῃ.
那么,我们,哦,祖先的神明们,这片土地的善良守护者们,以及分得我们先辈作为领地的神灵们,还有神明最钟爱的、我们在此出生和成长的城邦啊,我们将用思想、言论、双手和生命来捍卫你们,并随时准备承受神灵和命运所带来的一切。
§4.83.5μαντεύομαι δὲ καλοῖς ἐγχειρήμασιν εὐτυχὲς ἀκολουθήσειν τέλος.
我预言,高尚的尝试将迎来幸运的结局。
εἴη δὲ τούτοις ἅπασι ταὐτὸ λαβοῦσι θάρσος καὶ μιᾷ γνώμῃ χρησαμένοις, σώζειν θʼ ἡμᾶς καὶ σώζεσθαι ὑφʼ ἡμῶν.
愿这所有的人都能获得同样的勇气,万众一心,拯救我们,并为我们所救。

词汇与语法注释

  1. 4.83.1ὧν — 关系代词 ὧν 的先行词是前文的 θεῶν(神明),在关系从句中作为所有格修饰 ἱερὰ καὶ τεμένη καὶ βωμοὺς(神殿、圣域与祭坛)。
  2. 4.83.1οὔτʼ ὀλίγων ὄντων οὔτʼ ἀπείρων πολέμου — 属格独立结构,以前文的属格代词 ἡμῶν αὐτῶν(我们自己)为逻辑主语。形容词 ἀπείρων(对……无经验的)支配客观属格 πολέμου(战争)。
  3. 4.83.2ὡς ἐκείνῳ μὲν συναγωνιουμένους, ἡμῖν δὲ πολεμήσοντας — 连词 ὡς(认为、因以为)后接两个将来时分词宾格(συναγωνιουμένους 与 πολεμήσοντας),用以修饰主句动词 δεδοίκασι(惧怕)的宾语 πολίτας(市民们),表示主观的推测或原因。
  4. 4.83.4ὧν πώποτε ἤρασθε πολέμων — 关系子句中发生的关系代词吸引(attraction)现象,先行词 πολέμων 被拉入关系子句并同化为属格。其常规结构应为 κάλλιστον τῶν πολέμων, οὓς πώποτε ἤρασθε(在你们迄今所承担的战争中最美丽的一个)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.83.1-4.83.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.83.1-4.83.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。