Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.80.1-4.80.4

控诉塔克文非法篡夺王位

第 324 段,共 962 段 · 希腊语

内容简介

演说者指责塔克文篡夺政权不仅危害亲属,更彻底破坏了罗马传统的法律与宪政程序,并通过对比先王合法的推选程序来揭露其僭主的本质。

§4.80.1ἀλλὰ τί τούτοις ἐπιτιμῶ τοσαύτας ἔχων αὐτοῦ παρανομίας κατηγορεῖν ἔξω τῶν εἰς τοὺς συγγενεῖς καὶ κηδεστὰς γενομένων, τὰς εἰς τὴν πατρίδα καὶ πάντας ἡμᾶς ἐπιτελεσθείσας, εἰ δὴ καὶ παρανομίας δεῖ καλεῖν αὐτάς, ἀλλʼ οὐκ ἀνατροπὰς καὶ ἀφανισμοὺς ἁπάντων τῶν τε νομίμων καὶ τῶν ἐθῶν;
但是,我为什么还要指责这些事情呢? 除了他对亲属和姻亲所犯下的恶行之外,我还可以指控他如此多的违法行为,即对我们的祖国和我们所有人所犯下的罪行——如果确实应该称它们为“违法行为”,而不是对所有法律和习俗的颠覆与消灭的话。
αὐτίκα τὴν ἡγεμονίαν, ἵνʼ ἀπὸ ταύτης ἄρξωμαι, πῶς παρέλαβεν;
例如,他是如何取得统治权的? 让我从这里开始。
ἆρά γʼ ὡς οἱ πρὸ αὐτοῦ γενόμενοι βασιλεῖς;
难道就像在他之前出现的那些国王一样吗?
πόθεν;
怎么可能!
§4.80.2πολλοῦ γε καὶ δεῖ.
完全不是这么一回事。
ἐκεῖνοι μέντοι πάντες ὑφʼ ὑμῶν ἐπὶ τὰς δυναστείας παρήγοντο κατὰ τοὺς πατρίους ἐθισμοὺς καὶ νόμους· πρῶτον μὲν ψηφίσματος ὑπὸ τῆς βουλῆς γραφέντος, ᾗ περὶ πάντων ἀποδέδοται τῶν κοινῶν προβουλεύειν· ἔπειτα μεσοβασιλέων αἱρεθέντων, οἷς ἐπιτρέπει τὸ συνέδριον ἐκ τῶν ἀξίων τῆς ἀρχῆς διαγνῶναι τὸν ἐπιτηδειότατον· μετὰ ταῦτα ψῆφον ἐπενέγκαντος ἐν ἀρχαιρεσίαις τοῦ δήμου, μέθʼ ἧς ἅπαντα ἐπικυροῦσθαι βούλεται τὰ μέγιστα ὁ νόμος· ἐφʼ ἅπασι δὲ τούτοις οἰωνῶν καὶ σφαγίων καὶ τῶν ἄλλων σημείων καλῶν γενομένων, ὧν χωρὶς οὐδὲν ἂν γένοιτο τῆς ἀνθρωπίνης σπουδῆς καὶ προνοίας ὄφελος.
那些国王所有人都是由你们根据祖先的习俗和法律推选上台的:首先是元老院起草决议,元老院被赋予了对所有公共事务进行预先审议的权力;其次是选出中间王,元老院授权他们从符合资格的人中选出最合适的人选;在此之后,民事会议上的民众进行投票,法律要求所有最重大的事务都必须通过这种投票来批准;在这一切之后,出现了鸟占、祭品和其他吉兆,若没有这些,人类的一切努力和远见都将无济于事。
§4.80.3φέρε δὴ τί τούτων οἶδέ τις ὑμῶν γενόμενον, ὅτε τὴν ἀρχὴν Ταρκύνιος ἐλάμβανε;
来吧,当塔克文夺取政权时,你们中有人知道这些事情中发生过哪一件吗?
ποῖον προβούλευμα συνεδρίου;
元老院有什么预先决议?
τίνα μεσοβασιλέων διάγνωσιν;
中间王有什么决定?
ποίαν δήμου ψηφοφορίαν;
民众有什么投票?
ποίους οἰωνοὺς αἰσίους;
有什么吉利的鸟占?
οὐ λέγων ταῦτα πάντα, καίτοι δέον, εἰ γοῦν ἔμελλεν ἕξειν καλῶς, μηδὲν τῶν ἐν ἔθει κατὰ τοὺς νόμους παραλελεῖφθαι, ἀλλʼ ἐάν τις ἓν μόνον ἔχῃ τούτων ἐπιδεῖξαι γεγονός, οὐκ ἀξιῶ τὰ παραλειφθέντα συκοφαντεῖν.
我并不是在要求所有这些——尽管如果事情要办得妥当,按法律规定习俗中的任何一项都不应被省略——但如果有人能指出这些中哪怕有一件发生过,我也不想对那些被省略的事进行无端指责。
πῶς οὖν παρῆλθεν ἐπὶ τὴν δυναστείαν;
那么他是如何登上统治地位的呢?
ὅπλοις καὶ βίᾳ καὶ πονηρῶν ἀνθρώπων συνωμοσίαις, ὡς τυράννοις ἔθος, ἀκόντων ὑμῶν καὶ δυσχεραινόντων.
是通过武力、暴力以及恶人的阴谋,正如僭主的惯常做法,而这违背了你们的意愿且令你们厌恶。
§4.80.4φέρε, ἀλλʼ ἐπειδὴ κατέσχε τὴν δυναστείαν ὁπωσδήποτε λαβών, ἆρα βασιλικῶς αὐτῇ κέχρηται ζηλῶν τοὺς προτέρους ἡγεμόνας, οἳ λέγοντές τε καὶ πράττοντες τοιαῦτα διετέλουν, ἐξ ὧν εὐδαιμονεστέραν τε καὶ μείζω τὴν πόλιν τοῖς ἐπιγινομένοις παρέδοσαν, ἧς αὐτοὶ παρέλαβον;
来吧,但是既然他无论以何种方式夺取并维持了统治权,他是否像国王一样使用它,效法先前的统治者们? 那些人不断地言传身教,从而将一个比他们自己继承时更幸福、更伟大的城市留给了后代。
καὶ τίς ἂν ὑγιαίνων ταῦτα φήσειεν, ὁρῶν ὡς οἰκτρῶς καὶ κακῶς ἅπαντες ὑπʼ αὐτοῦ διατεθείμεθα;
眼见我们所有人被他折磨得如此悲惨和凄凉,任何神智清醒的人怎么会说出这样的话呢?

词汇与语法注释

  1. §4.80.1τοσαύτας ἔχων αὐτοῦ παρανομίας κατηγορεῖν — 分词 `ἔχων` 在此后接不定式 `κατηγορεῖν`,表示能力(“能够控告”)。它作为环境分词,对主句动词 `ἐπιτιμῶ` 起到让步(“尽管我能够……”)或原因(“因为我能够……”)的修饰作用。
  2. §4.80.2ψηφίσματος ὑπὸ τῆς βουλῆς γραφέντος — 此结构以及随后的 `μεσοβασιλέων αἱρεθέντων` 和 `ψῆφον ἐπενέγκαντος ... τοῦ δήμου` 等皆为属格绝对(独立属格)结构,并列使用以描述先前的国王们依法被推选并上台的连续阶段性过程。
  3. §4.80.3καίτοι δέον — 这是一个对格绝对(独立对格)结构,使用了非人称动词 `δεῖ`(“必须”)的中性单数现在分词 `δέον`。与小词 `καίτοι` 连用,表示让步(“尽管原本应当……”)。
  4. §4.80.4ἧς αὐτοὶ παρέλαβον — 此处发生了关系代词的格牵引(attraction)现象。关系代词本应作为 `παρέλαβον` 的直接宾语而呈对格 `ἥν`(指代 `πόλιν`),但因先行词的影响而被牵引为属格 `ἧς`。另一种解释是,该属格直接由动词 `παραλαμβάνω`(“继承、接收”)所支配。
  5. §4.80.4τίς ἂν ὑγιαίνων ταῦτα φήσειεν — 这是一个潜在希求法(Potential Optative,`ἂν` 搭配希求法 `φήσειεν`)的表达。它相当于条件句的主句,而分词 `ὑγιαίνων`(“如果神智清醒”)在此起到了条件从句的作用。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.80.1-4.80.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.80.1-4.80.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。