§4.74.1τῶν τε παρασήμων, ἃ τοῖς βασιλεῦσιν ἀποδέδοται, πολλῶν ὄντων εἴ τινα λυπηρὰς ὄψεις καὶ ἐπιφθόνους τοῖς πολλοῖς παρέχεται, τὰ μὲν μειῶσαι, τὰ δʼ ἀφελεῖν ἡμᾶς οἴομαι δεῖν·
而在赋予国王们的众多象征中,如果其中有哪些给大众带来了令人不快和引人嫉恨的外观,我认为我们应当减少其中一些,而废除另一些。
τὰ σκῆπτρα ταυτὶ λέγω καὶ τοὺς χρυσοῦς στεφάνους καὶ τὰς ἁλουργεῖς καὶ χρυσοσήμους ἀμπεχόνας, πλὴν εἰ μὴ κατὰ καιρούς τινας ἑορταίους καὶ ἐν πομπαῖς θριάμβων, ὅτε αὐτὰ τιμῆς θεῶν ἕνεκα λήψονται· λυπήσει γὰρ οὐδένʼ, ἐὰν γένηται σπάνια·
我所说的是这些权杖、金冠,以及带有金色刺绣的紫色外袍,除非是在某些节日场合和凯旋式的游行中,那时他们为了敬神而穿着它们;因为如果是罕见的事情,就不会让任何人感到不快。
θρόνον δὲ τοῖς ἀνδράσιν ἐλεφάντινον, ἐν ᾧ καθεζόμενοι δικάσουσι, καὶ λευκὴν ἐσθῆτα περιπόρφυρον καὶ τοὺς προηγουμένους ἐν ταῖς ἐξόδοις δώδεκα πελέκεις καταλιπεῖν.
但是,对于这些人,我们应当保留象牙座椅,他们坐在上面进行审判,以及带有紫色滚边的白色长袍,还有在他们出行时在前面引路的十二把斧头。
§4.74.2ἔτι πρὸς τούτοις, ὃ πάντων οἴομαι τῶν εἰρημένων χρησιμώτατον ἔσεσθαι καὶ τοῦ μὴ πολλὰ ἐξαμαρτάνειν τοὺς παραληψομένους τὴν ἀρχὴν αἰτιώτατον, μὴ διὰ βίου τοὺς αὐτοὺς ἐᾶν ἄρχειν·
此外,在这些之外,我认为在所有已说的事情中最有用的,且对于将要接掌权力的人不犯下许多错误最为关键的因素,就是不允许同样的人终身统治。
χαλεπὴ γὰρ ἅπασιν ἀόριστος ἀρχὴ καὶ μηδεμίαν ἐξέτασιν διδοῦσα τῶν πραττομένων, ἐξ ἧς φύεται τυραννίς· ἀλλʼ εἰς ἐνιαύσιον χρόνον, ὡς παρʼ Ἀθηναίοις γίνεται, τὸ κράτος τῆς ἀρχῆς συνάγειν.
因为对所有人来说,无限期的、且对所做事务不提供任何审查的权力是严酷的,僭主统治正是由此产生的;而应当像在雅典人那里发生的那样,将官职的主权限制在一年的时间里。
§4.74.3τὸ γὰρ ἐν μέρει τὸν αὐτὸν ἄρχειν τε καὶ ἄρχεσθαι καὶ πρὸ τοῦ διαφθαρῆναι τὴν διάνοιαν ἀφίστασθαι τῆς ἐξουσίας συστέλλει τὰς αὐθάδεις φύσεις καὶ οὐκ ἐᾷ μεθύσκεσθαι ταῖς ἐξουσίαις τὰ ἤθη.
因为同一个人轮流实行统治和接受统治,并在心智被腐蚀之前退出权力,可以抑制傲慢的天性,不让品格因权力而陶醉。
ταῦθʼ ἡμῖν καταστησαμένοις ὑπάρξει τὰ μὲν ἀγαθὰ καρποῦσθαι τῆς βασιλικῆς πολιτείας, τῶν δὲ παρακολουθούντων αὐτῇ κακῶν ἀπηλλάχθαι.
我们若确立了这些,就能享受到王政的益处,并摆脱与之相伴的恶果。
§4.74.4ἵνα δὲ καὶ τοὔνομα τῆς βασιλικῆς ἐξουσίας πάτριον ὑπάρχον ἡμῖν καὶ σὺν οἰωνοῖς αἰσίοις θεῶν ἐπικυρωσάντων παρεληλυθὸς εἰς τὴν πόλιν αὐτῆς ἕνεκα τῆς ὁσίας φυλάττηται, ἱερῶν ἀποδεικνύσθω τις ἀεὶ βασιλεύς, ὁ τὴν τιμὴν ταύτην ἕξων διὰ βίου, πάσης ἀπολελυμένος πολεμικῆς καὶ πολιτικῆς ἀσχολίας, ἓν τοῦτο μόνον ἔχων ἔργον ὥσπερ ὁ βασιλεύς, τὴν ἡγεμονίαν τῶν θυηπολιῶν, ἄλλο δʼ οὐδέν.
然而,为了让王权这一名称——它对我们来说是祖传的,且是在神明批准的吉兆中传入城邦的——能够仅仅为了神圣的仪礼而得以保留,应当始终任命一位“祭司王”,他将终身享有这一荣誉,免除一切军事和政治上的事务,像从前的国王一样,只承担这一项任务,即主持祭祀,而无其他。