§4.73.1χαλεπῆς δὲ καὶ δυσκρίτου τῆς αἱρέσεως ἅπασι φαινομένης διὰ τὰς παρακολουθούσας ἑκάστῃ τῶν πολιτειῶν κακίας τελευταῖος παραλαβὼν τὸν λόγον ὁ Βροῦτος εἶπεν·
由于每种国体都伴随着相应的弊端,众人觉得这次选择既艰难又难以抉择。
ἐγὼ δʼ, ὦ Λουκρήτιε καὶ Κολλατῖνε καὶ πάντες ὑμεῖς οἱ παρόντες ἄνδρες ἀγαθοὶ καὶ ἐξ ἀγαθῶν, καινὴν μὲν οὐδεμίαν οἴομαι δεῖν ἡμᾶς καθίστασθαι πολιτείαν κατὰ τὸ παρόν·
最后获得发言权的布鲁图斯说道:“卢克雷提乌斯、科拉提努斯,以及在座的诸位贤士——你们这些高尚者且为高尚者之后代,我认为我们目前不应确立任何新的国体。
ὅ τε γὰρ καιρός, εἰς ὃν συνήγμεθα ὑπὸ τῶν πραγμάτων, βραχύς, ἐν ᾧ μεθαρμόσασθαι πόλεως κόσμον οὐ ῥᾴδιον, ἥ τε πεῖρα τῆς μεταβολῆς, κἂν τὰ κράτιστα τύχωμεν περὶ αὐτῆς βουλευσάμενοι, σφαλερὰ καὶ οὐκ ἀκίνδυνος, ἐξέσται θʼ ἡμῖν ὕστερον, ὅταν ἀπαλλαγῶμεν τῆς τυραννίδος μετὰ πλείονος ἐξουσίας καὶ κατὰ σχολὴν βουλευομένοις τὴν κρείττονα πολιτείαν ἀντὶ τῆς χείρονος ἑλέσθαι, εἰ δή τις ἄρα ἔστι κρείττων, ἧς Ῥωμύλος τε καὶ Πομπίλιος καὶ πάντες οἱ μετʼ ἐκείνους βασιλεῖς καταστησάμενοι παρέδοσαν ἡμῖν, ἐξ ἧς μεγάλη καὶ εὐδαίμων καὶ πολλῶν ἄρχουσα ἀνθρώπων ἡ πόλις ἡμῶν διετέλεσεν.
因为,事态迫使我们聚集在一起的时间非常短暂,在此期间要重组城邦的秩序并非易事;而且,变革的尝试——即使我们在审议中做出了最好的决定——也是不稳定且不无危险的。 此外,当我们摆脱僭主统治之后,我们将拥有更大的权能,并能在闲暇时进行审议,那时我们便有可能选择更好的国体来替代较差的——如果确实存在某种比罗穆路斯、庞皮里乌斯以及他们之后的所有君主确立并传给我们的国体更优越的制度的话;在那种制度下,我们的城邦一直保持着伟大与繁荣,并统治着许多人民。
§4.73.2ἃ δὲ παρακολουθεῖν εἴωθε ταῖς μοναρχίαις χαλεπά, ἐξ ὧν εἰς τυραννικὴν ὠμότητα περιίστανται καὶ διʼ ἃ δυσχεραίνουσιν ἅπαντες αὐτάς, ταῦθʼ ὑμῖν ἐπανορθώσασθαί τε καὶ νῦν καὶ ἵνα μηδʼ ἐξ ὑστέρου γένηταί §4.73.3ποτε φυλάξασθαι παραινῶ.
至于君主制通常伴随的那些弊端——它们导致君主制转变为僭主式的残暴,也是众人因此厌恶君主制的原因——我劝你们,无论是在当下,还是为了今后绝不再发生,都要予以纠正并加以防范。
τίνα δʼ ἐστὶ ταῦτα;
这些弊端是什么呢?
πρῶτον μὲν ἐπειδὴ τὰ ὀνόματα τῶν πραγμάτων οἱ πολλοὶ σκοποῦσι καὶ ἀπὸ τούτων ἢ προσίενταί τινα τῶν βλαβερῶν ἢ φεύγουσι τῶν ὠφελίμων, ἐν οἷς καὶ τὴν μοναρχίαν εἶναι συμβέβηκε, μεταθέσθαι τοὔνομα τῆς πολιτείας ὑμῖν παραινῶ καὶ τοὺς μέλλοντας ἕξειν τὴν ἁπάντων ἐξουσίαν μήτε βασιλεῖς ἔτι μήτε μονάρχους καλεῖν, ἀλλὰ μετριωτέραν τινὰ καὶ φιλανθρωποτέραν ἐπʼ αὐτοῖς θέσθαι προσηγορίαν.
第一,由于大众往往只看事物的名称,并由此接受某些有害的事物,或逃避某些有益的事物——君主制恰好也属于这种情况——我劝你们改变政体的名称,对于将要拥有全部权力的人,不要再称呼他们为‘国王’或‘独裁者’,而要给他们冠以某种更温和、更具亲和力的称呼。
§4.73.4ἔπειτα μὴ ποιεῖν μίαν γνώμην ἁπάντων κυρίαν, ἀλλὰ δυσὶν ἐπιτρέπειν ἀνδράσι τὴν βασιλικὴν ἀρχήν, ὡς Λακεδαιμονίους πυνθάνομαι ποιεῖν ἐπὶ πολλὰς ἤδη γενεάς, καὶ διὰ τοῦτο τὸ σχῆμα τοῦ πολιτεύματος ἁπάντων μάλιστα τῶν Ἑλλήνων εὐνομεῖσθαί τε καὶ εὐδαιμονεῖν·
第二,不要让一个人的意志成为所有事务的最高主宰,而应将王权委托给两个人,就像我听说拉栖代梦人已经行之有年的那样,并且因为这种政体形式,他们在所有希腊人中治理得最好、也最繁荣。
ἧττον γὰρ ὑβρισταὶ καὶ βαρεῖς ἔσονται διαιρεθείσης τῆς ἐξουσίας διχῇ καὶ τὴν αὐτὴν ἔχοντος ἰσχὺν ἑκατέρου· αἰδώς τʼ ἀλλήλων καὶ κώλυσις τοῦ καθʼ ἡδονὴν ζῆν φιλοτιμία τε πρὸς ἀρετῆς δόκησιν ἐκ ταύτης γένοιτʼ ἂν ἑκάστῳ τῆς ἰσοτίμου δυναστείας μάλιστα.
因为如果权力一分为二,且双方拥有相同的力量,他们就不那么容易变得傲慢和暴虐;而相互的敬畏、对随心所欲生活的遏制,以及争夺美德声誉的竞争心,都最能从这种平等的权力分享中,在每个人身上产生。 ”