§4.75.1ὃν δὲ τρόπον ἔσται τούτων ἕκαστον, ἀκούσατέ μου·
而这些事情将以何种方式进行,请听我道来。
συνάξω μὲν ἐγὼ τὴν ἐκκλησίαν, ὥσπερ ἔφην, ἐπειδὴ συγκεχώρηταί μοι κατὰ νόμον καὶ γνώμην εἰσηγήσομαι· φεύγειν Ταρκύνιον ἅμα τοῖς παισὶ καὶ τῇ γυναικὶ πόλεώς τε καὶ χώρας τῆς Ῥωμαίων εἰργομένους τὸν ἀεὶ χρόνον καὶ γένος τὸ ἐξ αὐτῶν·
我将如我所说的那样召集公民大会,因为法律允许我这样做,并且我将提出一项议案:将塔克文及其子女和妻子从罗马人的城邦和领土中永久驱逐,其后代亦同。
ὅταν δʼ ἐπιψηφίσωσι τὴν γνώμην οἱ πολῖται, δηλώσας αὐτοῖς ἣν διανοούμεθα καταστήσασθαι πολιτείαν μεσοβασιλέα ἑλοῦμαι τὸν ἀποδείξοντα τοὺς παραληψομένους τὰ κοινά, καὶ αὐτὸς ἀποθήσομαι τὴν τῶν Κελερίων ἀρχήν.
当公民们对该议案进行投票表决后,我将向他们表明我们打算建立何种政体,随后我将选出一位间王,由他来指定接掌公共事务的人,而我自己则将卸下策勒尔卫队的指挥权。
§4.75.2ὁ δὲ κατασταθεὶς ὑπʼ ἐμοῦ μεσοβασιλεὺς συναγαγὼν τὴν λοχῖτιν ἐκκλησίαν ὀνομασάτω τε τοὺς μέλλοντας ἕξειν τὴν ἐνιαύσιον ἡγεμονίαν καὶ ψῆφον ὑπὲρ αὐτῶν τοῖς πολίταις δότω·
由我任命的间王应当召集兵营大会,提名将要拥有年度统治权的人选,并让公民们对他们进行投票。
ἐὰν δὲ τοῖς πλείοσι δόξῃ λόχοις κυρίαν εἶναι τὴν τῶν ἀνδρῶν αἵρεσιν καὶ τὰ μαντεύματα γένηται περὶ αὐτῶν καλά, τοὺς πελέκεις οὗτοι παραλαβόντες καὶ τὰ λοιπὰ τῆς βασιλικῆς ἐξουσίας σύμβολα πραττέτωσαν, ὅπως ἐλευθέραν οἰκήσομεν τὴν πατρίδα καὶ μηκέτι κάθοδον ἕξουσιν εἰς αὐτὴν Ταρκύνιοι·
如果过半数的百人队认为这些人的选举是有效的,且关于他们的鸟占显现吉兆,那么这些人便接受斧头及其他王权的象征,主持国政,以使我们能居住在自由的祖国,并使塔克文家族不再有返回的机会。
πειράσονται γάρ, εὖ ἴστε, καὶ πειθοῖ καὶ βίᾳ καὶ δόλῳ καὶ παντὶ ἄλλῳ τρόπῳ παρελθεῖν πάλιν ἐπὶ τὴν δυναστείαν, ἐὰν μὴ φυλαττώμεθα αὐτούς.
因为,你们要清楚地知道,如果我们不防范他们,他们会尝试用说服、武力、欺骗以及其他任何方式重新夺回统治权。
§4.75.3ταυτὶ μὲν οὖν ἐστι τὰ μέγιστα καὶ κυριώτατα ὧν ὑμῖν ἐν τῷ παρόντι λέγειν ἔχω καὶ παραινεῖν·
因此,这些是我目前所能对你们说并予以劝告的最重大、最关键的事项。
τὰ δὲ κατὰ μέρος πολλὰ ὄντα καὶ οὐ ῥᾴδια νῦν διʼ ἀκριβείας ἐξετασθῆναι· συνήγμεθα γὰρ εἰς καιρὸν ὀξύν· ἐπʼ αὐτοῖς οἴομαι δεῖν ποιῆσαι τοῖς παραληψομένοις τὴν ἀρχήν.
至于具体的细节,因其繁多,且目前不易进行精确的审查——因为我们是在极其紧迫的时刻聚集在一起的—— 我认为应当留给那些将要接掌权力的人自己去决定。
§4.75.4σκοπεῖσθαι μέντοι φημὶ χρῆναι τοὺς ἄνδρας ἅπαντα μετὰ τοῦ συνεδρίου τῆς βουλῆς, ὥσπερ οἱ βασιλεῖς ἐποίουν, καὶ μηδὲν πράττειν δίχα ὑμῶν καὶ τὰ δόξαντα τῇ βουλῇ φέρειν εἰς τὸν δῆμον, ὡς τοῖς προγόνοις ἡμῶν ποιεῖν ἔθος ἦν, μηδενὸς ἀφαιρουμένους αὐτὸν ὧν ἐν τοῖς πρότερον καιροῖς κύριος ἦν.
然而,我认为那些人应当与元老院议事会共同商讨一切事务,正如以前的国王们所做的那样,并且在没有你们参与的情况下不作任何决定,将元老院同意的决议呈交给人民,正如我们的先祖一贯的做法那样,不剥夺人民在先前时期所主导的任何事务。
οὕτω γὰρ αὐτοῖς ἀσφαλέστατα καὶ κάλλιστα ἕξει τὰ τῆς ἀρχῆς.
因为这样一来,他们的统治事务对他们而言将是最安全、最美好的。