§4.72.1ὡς δὲ τοῦτʼ ἤκουσαν ἅπαντες, ἐπῄνεσάν τε καὶ ὡς ἀπὸ καλῆς ὑποθέσεως ἀρξάμενον καὶ νομίμου τὰ λοιπὰ λέγειν αὐτὸν ἠξίουν.
众人听了这话,无不赞许,并因他从一个美好且合法的预设出发,恳请他继续陈述余下的计划。
κἀκεῖνος εἶπεν, Ἐπειδὴ ταῦτα οὕτω πράττειν ὑμῖν δοκεῖ, σκοπώμεθα πάλιν, τίς ἡ τὴν πόλιν ἐπιτροπεύσουσα ἀρχὴ γενήσεται μετὰ τὴν κατάλυσιν τῶν βασιλέων καὶ ὑπὸ τίνος ἀποδειχθεῖσα ἀνδρός, καὶ ἔτι πρότερον, ὅστις ἔσται πολιτείας κόσμος, ὃν ἀπαλλαττόμενοι τοῦ τυράννου καταστησόμεθα.
他便说道:“既然你们同意如此行事,我们就当再次探讨,在推翻诸王之后,由何种官职来治理本城,以及该官职由何人来任命;更在此之前,我们在摆脱僭主之后,应当确立何种国体秩序。
βεβουλεῦσθαι γὰρ ἅπαντα βέλτιον, πρὶν ἐπιχειρεῖν ἔργῳ τηλικῷδε, καὶ μηδὲν ἀνεξέταστον ἀφεῖσθαι μηδὲ ἀπροβούλευτον.
因为在着手如此伟大的事业之前,最好将一切都筹划周全,不留下任何未经审视、未经预先商议的事。
ἀποφαινέσθω δὴ περὶ §4.72.2τούτων ἕκαστος ὑμῶν ἃ φρονεῖ.
因此,请你们每一个人就这些问题发表自己的看法。
μετὰ τοῦτʼ ἐλέχθησαν πολλοὶ καὶ παρὰ πολλῶν λόγοι.
”此后,许多人发表了许多意见。
ἐδόκει δὲ τοῖς μὲν βασιλικὴν αὖθις καταστήσασθαι πολιτείαν ἐξαριθμουμένοις, ὅσα τὴν πόλιν ἐποίησαν ἀγαθὰ πάντες οἱ πρότεροι βασιλεῖς· τοῖς δὲ μηκέτι ποιεῖν ἐφʼ ἑνὶ δυνάστῃ τὰ κοινὰ τὰς τυραννικὰς διεξιοῦσι παρανομίας, αἷς ἄλλοι τε πολλοὶ κατὰ τῶν ἰδίων πολιτῶν ἐχρήσαντο καὶ Ταρκύνιος τελευτῶν, ἀλλὰ τὸ συνέδριον τῆς βουλῆς ἁπάντων ἀποδεῖξαι κύριον ὡς ἐν πολλαῖς τῶν Ἑλληνίδων πόλεων·
有些人主张重新确立君主国体,并列举了以往历代君主为本城所做的一切善举;有些人则细数了许多人对自家公民以及塔克文最后所犯下的僭主式非法暴行,认为不应再将公共事务委于单一统治者之手,而应宣布元老院的会议为一切事务的最高主宰,正如在许多希腊城邦中所实行的那样。
§4.72.3οἱ δὲ τούτων μὲν οὐδετέραν προῃροῦντο τῶν πολιτειῶν, δημοκρατίαν δὲ συνεβούλευον ὥσπερ Ἀθήνησι καταστῆσαι, τὰς ὕβρεις καὶ τὰς πλεονεξίας τῶν ὀλίγων προφερόμενοι καὶ τὰς στάσεις τὰς γινομένας τοῖς ταπεινοῖς πρὸς τοὺς ὑπερέχοντας ἐλευθέρᾳ τε πόλει τὴν ἰσονομίαν ἀποφαίνοντες ἀσφαλεστάτην οὖσαν καὶ πρεπωδεστάτην τῶν πολιτειῶν.
另有一些人则对这两种国体皆不属意,而是建议像在雅典那样建立民主政体;他们指责少数人的傲慢与贪婪,以及卑微者与优越者之间所产生的纷争,并指出对于一个自由的城邦而言,法律面前的平等是所有国体中最安全、最得体的。