§4.71.1ταῦτʼ εἰπὼν ἐκάλει καὶ τοὺς ἄλλους ἅπαντας ἐπὶ τὸν αὐτὸν ὅρκον· οἱ δʼ οὐδὲν ἔτι ἐνδοιάσαντες ἀνίσταντο καὶ τὸ ξίφος δεχόμενοι παρʼ ἀλλήλων ὤμνυον.
说了这些话后,他召集其他人也都来立下相同的誓言;他们不再有任何犹豫,纷纷站起身来,互相传递并接过短剑,纷纷宣誓。
γενομένων δὲ τῶν ὁρκωμοσιῶν μετὰ τοῦτʼ εὐθὺς ἐζήτουν, τίς ὁ τῆς ἐπιχειρήσεως ἔσται τρόπος. καὶ ὁ Βροῦτος αὐτοῖς ὑποτίθεται τοιάδε·
誓约既定,此后他们立时商讨该采取何种行动方式。
πρῶτον μὲν διὰ φυλακῆς τὰς πύλας ἔχωμεν, ἵνα μηδὲν τῶν ἐν τῇ πόλει λεγομένων τε καὶ πραττομένων κατὰ τῆς τυραννίδος αἴσθηται Ταρκύνιος, πρὶν ἢ τὰ παρʼ ἡμῶν εὐτρεπῆ §4.71.2γενέσθαι.
布鲁图斯向他们提出了如下建议:“首先,让我们派兵把守城门,使塔克文在我们的准备工作就绪之前,无法察知城内任何针对僭主统治的言论和行动。
ἔπειτα κομίσαντες τὸ σῶμα τῆς γυναικὸς ὡς ἔστιν αἵματι πεφυρμένον εἰς τὴν ἀγορὰν καὶ προθέντες ἐν φανερῷ συγκαλῶμεν τὸν δῆμον εἰς ἐκκλησίαν.
其次,将妇人的尸体照其血淋淋的原样抬到广场,陈列在显眼之处,召集民众举行大会。
ὅταν δὲ συνέλθῃ καὶ πλήθουσαν ἴδωμεν τὴν ἀγοράν, προελθὼν Λουκρήτιός τε καὶ Κολλατῖνος ἀποδυράσθωσαν τὰς ἑαυτῶν τύχας ἅπαντα τὰ γενόμενα φράσαντες.
当人们聚集起来,我们看到广场人满为患时,路克雷提乌斯和科拉提努斯当走上前去,陈说所发生的一切,哀诉他们自己的不幸遭遇。
§4.71.3ἔπειτα τῶν ἄλλων ἕκαστος παριὼν κατηγορείτω τῆς τυραννίδος καὶ τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν παρακαλείτω.
接着,其余的人也应一一登台控诉僭主政治,号召市民们争取自由。
ἔσται δὲ πᾶσι Ῥωμαίοις κατʼ εὐχήν, ἐὰν ἴδωσιν ἡμᾶς τοὺς πατρικίους ἄρχοντας τῆς ἐλευθερίας· πολλὰ γὰρ καὶ δεινὰ πεπόνθασιν ὑπὸ τοῦ τυράννου καὶ μικρᾶς ἀφορμῆς δέονται.
如果我们这些贵族出来领导争取自由,这将正合全体罗马人的心愿;因为他们深受僭主之虐,所受苦难深重,如今只需一个微小的契机。
ὅταν δὲ λάβωμεν τὸ πλῆθος ὡρμημένον καταλῦσαι τὴν μοναρχίαν ψῆφόν τʼ αὐτοῖς ἀναδῶμεν ὑπὲρ τοῦ μηκέτι Ῥωμαίων Ταρκύνιον ἄρξειν καὶ τὸ περὶ τούτων δόγμα πρὸς τοὺς ἐπὶ στρατοπέδου διαπεμψώμεθα ἐν τάχει.
当我们看到民众群情激昂、誓要推翻君主制时,便让他们进行投票,表决塔克文不得再统治罗马人,并迅速将关于这些决议的法令送到军营中去。
§4.71.4καὶ γὰρ οἱ τὰ ὅπλα ἔχοντες, εἰ μάθοιεν, ὅτι τὰ ἐν τῇ πόλει πάντα τοῖς τυράννοις ἐστὶν ἀλλότρια, πρόθυμοι περὶ τὴν τῆς πατρίδος ἐλευθερίαν γενήσονται οὔτε δωρεαῖς ἔτι κατεχόμενοι ὡς πρότερον οὔτε τὰς ὕβρεις τῶν Ταρκυνίου παίδων τε καὶ κολάκων φέρειν δυνάμενοι.
因为那些手握兵刃的人,一旦得知城内一切都与僭主们反目,也必将为祖国的自由而奋起,他们既不会再像以前那样受恩赏的羁绊,也无法再容忍塔克文之子及其谄媚之徒的傲慢无礼。
§4.71.5ταῦτα λέξαντος αὐτοῦ παραλαβὼν τὸν λόγον Οὐαλέριος, Τὰ μὲν ἄλλα, ἔφησεν, ὀρθῶς ἐπιλογίζεσθαί μοι δοκεῖς, Ἰούνιε· περὶ δὲ τῆς ἐκκλησίας ἔτι βούλομαι μαθεῖν, τίς ὁ καλέσων ἔσται αὐτὴν κατὰ νόμους καὶ τὴν ψῆφον ἀναδώσων ταῖς φράτραις.
在他说了这些之后,瓦莱里乌斯接过话头说道:“尤尼乌斯,在其他方面,我认为你考虑得很对;但关于公民大会,我还想了解,究竟谁将依法召集大会,并将表决权交予各库里亚。
ἄρχοντι γὰρ ἀποδέδοται τοῦτο πράττειν· ἡμῶν δʼ οὐδεὶς οὐδεμίαν ἀρχὴν ἔχει.
因为这件事本应由长官来做,而我们当中并无一人保有任何官职。
ὁ δʼ ὑπολαβών· ἐγώ, φησίν, ὦ Οὐαλέριε.
”他打断道:“是我,瓦莱里乌斯。
§4.71.6τῶν γὰρ Κελερίων ἄρχων εἰμί, καὶ ἀποδέδοταί μοι κατὰ νόμους ἐκκλησίαν, ὅτε βουλοίμην, συγκαλεῖν.
因为我是骑兵长官,依法我有权在我想召集的时候召集大会。
ἔδωκε δέ μοι τὴν ἀρχὴν ταύτην ὁ τύραννος μεγίστην οὖσαν ὡς ἠλιθίῳ καὶ οὔτʼ εἰσομένῳ τὴν δύναμιν αὐτῆς οὔτʼ, εἰ γνοίην, χρησομένῳ·
僭主将这个极其重大的官职赐予了我,以为我是一个既不懂得其威力,即便懂得了也不会去使用的愚人。
καὶ τὸν κατὰ τοῦ τυράννου λόγον πρῶτος ἐγὼ διαθήσομαι.
而且,我将第一个发表反对僭主的演讲。 ”