§4.70.1τότε δʼ ὡς ἤκουσε τοῦ Οὐαλερίου τὰ συμβάντα τῇ Λουκρητίᾳ καὶ τὴν ἀναίρεσιν αὐτῆς διηγουμένου τὰς χεῖρας ἀνατείνας εἰς τὸν οὐρανὸν εἶπεν· ὦ Ζεῦ καὶ θεοὶ πάντες, ὅσοι τὸν ἀνθρώπινον ἐπισκοπεῖτε βίον, ἆρά γʼ ὁ καιρὸς ἐκεῖνος ἥκει νῦν, ὃν ἐγὼ περιμένων ταύτην τοῦ βίου τὴν προσποίησιν ἐφύλαττον;
那时,当他听到瓦莱里乌斯讲述卢克丽霞的遭遇和她的自尽时,他向天举起双手说道:“哦,宙斯以及所有监察人类生活的神明啊,我一直在等待、并为此在生活中保持这种伪装的那个时机,难道现在真的来到了吗?
ἆρα πέπρωται Ῥωμαίοις ὑπʼ ἐμοῦ καὶ διʼ ἐμὲ τῆς ἀφορήτου τυραννίδος ἀπαλλαγῆναι;
难道罗马人注定要通过我、并因我而从这不可忍受的僭主统治中解放出来吗?
§4.70.2ταῦτʼ εἰπὼν ἐχώρει κατὰ σπουδὴν ἐπὶ τὴν οἰκίαν ἅμα τῷ Κολλατίνῳ τε καὶ Οὐαλερίῳ.
” 说了这些话后,他与科拉提努斯及瓦莱里乌斯一同急忙赶往那所房子。
ὡς δʼ εἰσῆλθεν ὁ μὲν Κολλατῖνος ἰδὼν τὴν Λουκρητίαν ἐν τῷ μέσῳ κειμένην καὶ τὸν πατέρα περικείμενον αὐτῇ μέγα ἀνοιμώξας καὶ περιλαβὼν τὴν νεκρὰν κατεφίλει καὶ ἀνεκαλεῖτο καὶ διελέγετο πρὸς αὐτὴν ὥσπερ ζῶσαν ἔξω τοῦ φρονεῖν γεγονὼς ὑπὸ §4.70.3τοῦ κακοῦ.
一走进去,科拉提努斯看见卢克丽霞躺在中间,她的父亲守在身旁,便放声大哭,抱住那具尸体亲吻,呼唤着她,并对她说话,仿佛她还活着一般,他因这场灾祸而失去了理智。
πολλὰ δʼ αὐτοῦ κατολοφυρομένου καὶ τοῦ πατρὸς ἐν μέρει καὶ τῆς οἰκίας ὅλης κλαυθμῷ καὶ θρήνοις κατεχομένης βλέψας εἰς αὐτοὺς ὁ Βροῦτος λέγει· μυρίους ἕξετε καιρούς, ὦ Λουκρήτιε καὶ Κολλατῖνε καὶ πάντες ὑμεῖς οἱ τῇ γυναικὶ προσήκοντες, ἐν οἷς αὐτὴν κλαύσετε, νυνὶ δʼ ὡς τιμωρήσομεν αὐτῇ, §4.70.4σκοπῶμεν· τοῦτο γὰρ ὁ παρὼν καιρὸς ἀπαιτεῖ.
在他痛哭流涕、父亲也轮流哀悼,整座房子都被哭泣和悲叹笼罩之时,布鲁图斯看着他们说:“路克雷提乌斯、科拉提努斯,以及你们所有这位妇人的亲属啊,你们将来会有无数个机会为她哭泣,但现在让我们考虑如何为她复仇;因为这正是眼下的时局所要求的。
ἐδόκει ταῦτʼ εἰκότα λέγειν, καὶ καθεζόμενοι καθʼ ἑαυτοὺς τόν τʼ οἰκετικὸν καὶ θητικὸν ὄχλον ἐκποδῶν μεταστήσαντες ἐβουλεύοντο, τί χρὴ πράττειν.
”这些话听来颇为合情合理;于是他们坐在一起,把家奴和雇工们差遣开,商议应该怎么做。
πρῶτος δʼ ὁ Βροῦτος ἀρξάμενος ὑπὲρ ἑαυτοῦ λέγειν, ὅτι τὴν δοκοῦσαν τοῖς πολλοῖς μωρίαν οὐκ εἶχεν ἀληθινήν, ἀλλʼ ἐπίθετον, καὶ τὰς αἰτίας εἰπών, διʼ ἃς τὸ προσποίημα τοῦθʼ ὑπέμεινε, καὶ δόξας ἁπάντων ἀνθρώπων εἶναι φρονιμώτατος, μετὰ τοῦτʼ ἔπειθεν αὐτοὺς τὴν αὐτὴν γνώμην ἅπαντας λαβόντας ἐξελάσαι Ταρκύνιόν τε καὶ τοὺς παῖδας ἐκ τῆς πόλεως, πολλὰ καὶ ἐπαγωγὰ εἰς τοῦτο διαλεχθείς.
布鲁图斯最先开始谈论起自己,说明大众所以为的他的愚蠢并非真实,而是伪装出来的,并解释了他忍受这种伪装的原因。 在被公认为所有人中最聪明的人之后,接着他便说服他们所有人达成共识,将塔克文及其子嗣驱逐出城,为此他说了很多具有极强说服力的话。
ἐπεὶ δὲ πάντας εἶδεν ἐπὶ τῆς αὐτῆς γνώμης ὄντας οὐ λόγων ἔφη δεῖν οὐδʼ ὑποσχέσεων, ἀλλʼ ἔργων, εἴ τι τῶν δεόντων μέλλει γενήσεσθαι· ἄρξειν δὲ τούτων αὐτὸς ἔφη.
当他看到所有人意见一致时,便说如果要做成该做的事,需要的不是言语和诺言,而是行动,并表示自己将亲自带头。
§4.70.5ταῦτʼ εἰπὼν καὶ λαβὼν τὸ ξιφίδιον, ᾧ διεχρήσατο ἑαυτὴν ἡ γυνή, καὶ τῷ πτώματι προσελθὼν αὐτῆς· ἔτι γὰρ ἔκειτο ἐν φανερῷ θέαμα οἴκτιστον· ὤμοσε τόν τʼ Ἄρη καὶ τοὺς ἄλλους θεοὺς πᾶν ὅσον δύναται πράξειν ἐπὶ καταλύσει τῆς Ταρκυνίων δυναστείας, καὶ οὔτʼ αὐτὸς διαλλαγήσεσθαι πρὸς τοὺς τυράννους οὔτε τοῖς διαλλαττομένοις ἐπιτρέψειν, ἀλλʼ ἐχθρὸν ἡγήσεσθαι τὸν μὴ ταὐτὰ βουλόμενον καὶ μέχρι θανάτου τῇ τυραννίδι καὶ τοῖς συναγωνιζομένοις αὐτῇ διεχθρεύσειν.
说了这些,他拿起妇人自尽用的短剑,走到她的尸体前——因为尸体仍陈列在显眼处,是一幕极令人痛惜的景象——他向战神阿瑞斯及其他神明起誓,将尽其所能推翻塔克文家族的统治,他自己既绝不与僭主们妥协,也不容许他人与之妥协,而是将不怀相同意愿者视为仇敌,并与僭主政治及其帮凶彻底敌对,直至死亡。
εἰ δὲ παραβαίη τὸν ὅρκον τοιαύτην αὑτῷ τελευτὴν ἠράσατο τοῦ βίου γενέσθαι καὶ τοῖς αὑτοῦ παισίν, οἵας ἔτυχεν ἡ γυνή.
而如果他违背誓言,他便诅咒自己和自己的子孙,愿他们遭遇与这妇人一样的生命终局。