§4.68.1τῷ ἀνδρὶ τούτῳ πατὴρ μὲν ἦν Μάρκος Ἰούνιος ἑνὸς τῶν σὺν Αἰνείᾳ τὴν ἀποικίαν στειλάντων ἀπόγονος, ἐν τοῖς ἐπιφανεστάτοις Ῥωμαίων ἀριθμούμενος δι’ ἀρενήν, μήτηρ δὲ Ταρκυνία τοῦ προτέρου βασιλέως Ταρκυνίου θυγάτηρ·
对这个男人而言,父亲是马尔库斯·尤尼乌斯,他是与埃涅阿斯一同建立殖民地的人之一的后裔,因其男系血统(或德行)而被列为最显赫的罗马人之一;母亲是先王塔克文的女儿塔克文妮娅。
αὐτὸς δὲ τροφῆς τε καὶ παιδείας τῆς ἐπιχωρίου πάσης μετέλαβε καὶ φύσιν εἶχε πρὸς οὐδὲν τῶν καλῶν ἀντιπράττουσαν.
他本人接受了当地所有的抚育和教育,并且具有一种绝不排斥任何高尚事物的秉性。
§4.68.2ἐπεὶ δὲ Τύλλιον ἀποκτείνας Ταρκύνιος σὺν ἄλλοις ἀνδράσι πολλοῖς καὶ ἀγαθοῖς καὶ τὸν ἐκείνου πατέρα διεχρήσατο ἀφανεῖ θανάτῳ διʼ οὐδὲν μὲν ἀδίκημα, τοῦ δὲ πλούτου προαχθεὶς εἰς ἐπιθυμίαν, ὃν ἐκ παλαιᾶς τε καὶ προγονικῆς παραλαβὼν εὐτυχίας ἐκέκτητο, καὶ σὺν αὐτῷ τὸν πρεσβύτερον υἱὸν εὐγενές τι φρόνημα διαφαίνοντα καὶ τὸ μὴ τιμωρῆσαι τῷ θανάτῳ τοῦ πατρὸς οὐκ ἂν ὑπομείναντα, νέος ὢν ὁ Βροῦτος ἔτι καὶ κομιδῇ βοηθείας συγγενικῆς ἔρημος ἔργον ἐπεχείρησε ποιῆσαι πάντων φρονιμώτατον, ἐπίθετον ἑαυτοῦ καταψεύσασθαι μωρίαν·
但是,当塔克文在杀害图利乌斯之后,又将他的父亲连同许多其他善良的人一起用秘密的手段处死——并非因为任何罪过,而是因为塔克文对他从古老祖先遗留的幸运中继承并拥有的财富产生了贪欲——并且与他父亲一同被杀的还有其长子,此人显露出高贵的志向,且绝不会容忍不为父亲之死复仇;当时,布鲁图斯还年轻,且完全失去了亲族的支持,于是他着手进行了一件在所有人看来最聪明的举动,即虚构并伪装自己的愚蠢。
καὶ διέμεινεν ἅπαντα τὸν ἐξ ἐκείνου χρόνον, ἕως τὸν ἐπιτήδειον ἔδοξε καιρὸν ἔχειν, φυλάττων τὸ προσποίημα τῆς ἀνοίας, ἐξ οὗ ταύτης ἔτυχε τῆς ἐπωνυμίας·
在从那以后的全部时间里,直到他认为遇到了合适的机会为止,他一直保持着这种愚笨的假象,他也因此得到了这个别名。
τοῦτʼ αὐτὸν ἐρρύσατο μηδὲν δεινὸν ὑπὸ τοῦ τυράννου παθεῖν πολλῶν καὶ ἀγαθῶν ἀνδρῶν ἀπολλυμένων.
在许多善良之人被消灭的过程中,正是这一点保护了他免受僭主的任何伤害。