Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.66.1-4.66.3

卢克丽霞返回父家控诉并乞求复仇

第 310 段,共 962 段 · 希腊语

内容简介

塞克斯图斯离开后,卢克丽霞悲痛地回到罗马的父亲家中,在亲戚面前控诉自己所受的凌辱,请求父亲为其复仇,并恳求他召集亲友听取她的陈述。

§4.66.1ἡμέρας δὲ γενομένης ὁ μὲν ἐπὶ τὸ στρατόπεδον ἀπῄει πονηρὰν καὶ ὀλέθριον ἐπιθυμίαν ἐκπεπληρωκώς, ἡ δὲ Λουκρητία δεινῶς φέρουσα τὸ συμβεβηκὸς ὡς εἶχε τάχους ἐπιβᾶσα τῆς ἀπήνης εἰς Ῥώμην ᾤχετο, μέλαιναν ἐσθῆτα περιβαλομένη καὶ ξιφίδιόν τι κρύπτουσα ὑπὸ τῇ στολῇ, οὔτε προσαγορεύουσα κατὰ τὰς συναντήσεις οὐδένα τῶν ἀσπαζομένων οὔτʼ ἀποκρινομένη τοῖς μαθεῖν βουλομένοις, ὅ τι πέπονθεν, ἀλλὰ σύννους καὶ κατηφὴς καὶ μεστοὺς ἔχουσα τοὺς ὀφθαλμοὺς δακρύων.
天亮后,那人满足了自己邪恶而毁灭性的欲望,便往军营去了。 而卢克丽霞对所发生的事感到极度痛苦,尽可能快地登上马车,往罗马去了。 她身穿黑衣,在衣服下藏着一把短剑,在路上相遇时既不向任何向她问候的人打招呼,也不回答那些想知道她遭遇了什么的人,而是沉思且沮丧,眼里满含泪水。
§4.66.2ὡς δʼ εἰς τὴν οἰκίαν εἰσῆλθε τοῦ πατρός· ἔτυχον δὲ συγγενεῖς ὄντες τινὲς παρʼ αὐτῷ· τῶν γονάτων αὐτοῦ λαβομένη καὶ περιπεσοῦσα τέως μὲν ἔκλαιε φωνὴν οὐδεμίαν προϊεμένη, ἔπειτʼ ἀνιστάντος αὐτὴν τοῦ πατρὸς καὶ τί πέπονθεν ἀξιοῦντος λέγειν·
当她走进父亲的家时(当时正好有几位亲戚在他那里),她抱住他的双膝并扑倒在身上,起初只是哭泣,不发一言。
ἱκέτις ἔφη γίνομαί σου πάτερ δεινὴν καὶ ἀνήκεστον ὑπομείνασα ὕβριν, τιμωρῆσαί μοι καὶ μὴ περιιδεῖν τὴν σεαυτοῦ §4.66.3θυγατέρα θανάτου χείρονα παθοῦσαν.
随后,在父亲将她扶起并要求她诉说遭遇了什么时,她说道:“父亲,我遭受了可怕且无法挽回的凌辱,特来向您哀求,求您为我报仇,不要坐视您自己的女儿遭受了比死亡更惨痛的遭遇。
θαυμάσαντος δʼ αὐτοῦ καὶ τῶν ἄλλων ἁπάντων καὶ τίς ὕβρικεν αὐτὴν καὶ ποδαπὴν ὕβριν ἀξιοῦντος λέγειν· ἀκούσῃ τὰς ἐμάς, ἔφη, συμφοράς, ὦ πάτερ, οὐκ εἰς μακράν·
” 在他及其他所有人大为惊异,并要求她说明是谁凌辱了她以及是怎样的凌辱时,她说道:“父亲,您很快就会听到我的不幸。
χάρισαι δέ μοι ταύτην πρῶτον αἰτουμένῃ τὴν χάριν· κάλεσον ὅσους δύνασαι πλείστους φίλους τε καὶ συγγενεῖς, ἵνα παρʼ ἐμοῦ τῆς τὰ δεινὰ παθούσης ἀκούσωσι καὶ μὴ παρʼ ἑτέρων.
但在我请求时,请先赐予我这个恩惠:请召集尽可能多的朋友和亲戚,让他们从遭受了这惨剧的我自己口中听到,而不是从别人那里。
ὅταν δὲ μάθῃς τὰς κατασχούσας αἰσχρὰς καὶ δεινὰς ἀνάγκας, βούλευσαι μετʼ αὐτῶν, ὅντινα τιμωρήσεις ἐμοί τε καὶ σεαυτῷ τρόπον καὶ μὴ πολὺν ποίει χρόνον τὸν διὰ μέσου.
而当您了解到落在我身上的耻辱且可怕的强迫时,请与他们商议,您将以何种方式为我和您自己复仇,并且不要拖延其间的时间。 ”

词汇与语法注释

  1. 4.66.1ὡς εἶχε τάχους — 由连词 ὡς 与表示状态的自动词用法 ἔχω(此处为未完成过去时 εἶχε)以及部分属格 τάχους(“速度”)相结合的惯用表达,意为“尽可能快地”或“万分火急地”。
  2. 4.66.2τιμωρῆσαί μοι — 动词 τιμωρέω(此处为第一不定过去时主动命令式第二人称单数)支配与格(μοι)时,意为“帮助(某人)”或“为(某人)报仇”。这与它支配宾格(对格)表示“惩罚(某人)”的用法有明确区别。
  3. 4.66.3θαυμάσαντος δʼ αὐτοῦ καὶ τῶν ἄλλων ἁπάντων — 独立属格结构,分词 θαυμάσαντος(以及后文的 ἀξιούντος)以 αὐτοῦ καὶ τῶν ἄλλων ἁπάντων 为其逻辑主语,用于表示与主句主语不同的主体的行为、时间或伴随状况(“当他和其他所有人大为惊异并要求……时”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.66.1-4.66.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.66.1-4.66.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。